Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι ὀρθὼς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν. ἔστω δέ σοι δώρημα θυμῆρες τόδε, ἑξῆς τριετίας πειράσῃ κούφων πόνων. ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι, τίνες πότ’ ὄντες καὶ τίνων πεφυκότες τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει, τῆς οὐδ’ ὁ Κρονίδας οἶδε νικῆσαι βίαν; λέγετ’, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼ ἐδάμασα πλείστους, ὥς γ’ ἐπίστανται σοφοί. Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄξετο· ἔθανε δ’ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως· ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει· Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν· ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης· Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχε στόλου ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών, ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ, ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχε στόλου· Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα ἐγὼ κατέπεφνον. οὐκ ἄκανθα τρυγόνος. ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες, ἴσην πάθηθε κόλασιν οἷς δεδράκατε. Ἰατροὶ Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει, λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι γὴν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι· ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε, ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους. Ποδάγρα Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον.