νικωμένων, ἄνασσα, σαῖν βίᾳ χεροῖν, δύω δὲ τώδε φῶτε τολμηρὼ θράσει ἐφραξέτην λαοῖσι καὶ κατωμνύτην. ὡς οὐκέτ’ ἔστι σὸν κράτος σεβάσμιον, ἀλλ’ ἔκβολον βροτῶν σε θήσουσιν βίου. διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδα πεμπταῖος ἥκω στάδια διανύσας δύο. Ποδάγρα Ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι. τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼν ἥκεις; σαφῶς μήνυσον, ὡς εἰδῶ τάχος. Ἄγγελος Πρῶτον μὲν ἔλιπον πέντε βαθμῶν κλίμακα, ξύλων τρέμουσαν διαλύτοισιν ἁρμογαῖς, ὅθεν μὲ δέχεται κορδυβαλλῶδες πέδον σχληροῖσι ταρσοῖς ἀντερεῖδον κρούμασιν. ὅπερ διανύσας ἴχνεσιν ἀλγεινοῖς ἐγὼ ἐστρωμένην χάλιξιν εἰσέβην ὁδὸν καὶ δυσπάτητον ὀξέσιν κέντροις λίθων. μεθ’ ἣν ὀλίσθῳ περιπεσὼν λείας ὁδοῦ ἔσπευδον εἰς τὸ πρόσθε, διάλυτος δέ μου ἔσυρεν ὀπίσω πηλὸς ἀσθενῆ σφυρά, δι᾿ ἧς περῶντι νότιος ἐκ μελῶν ἱδρὼς ἔρρει βάσιν μου σαθρὰν ἐκλελυμένῳ. ὅθεν μὲ δέχεται πᾶν μέλος κεκμηκότα πλατεῖα μὲν κέλευθος, ἀλλ’ οὐκ ἀσφαλής· τὰ μὲν γὰρ ἔνθεν, τὰ δέ μ’ ἐχκεῖθ’ ὀχήματα ἤπειγεν, ἠνάγκαξεν, ἔσπερχεν τρέχειν. ἐγὼ δὲ νωθρὸν ἐλαφρὰ κουφίζων πόδα δόχμιος ἔβαινον εἰς ὁδοῦ πέζαν στενήν, ἕως ἀπήνη παραδράμῃ τροχήλατος· μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον.