πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους· πᾶσιν δ’ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου. ὅτ’ ἐπὶ τὰ λουτρὰ φερόμενος βαστάζεται. Ἄτη γάρ, ἣν Ὅμηρος εἶπεν, εἰμ’ ἐγώ, βαίνουσ’ ἐπ᾿ ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶν ἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶν Ποδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα. ἀλλ’ εἶα μύσται πάντες ὀργίων ἐμῶν, γεραίρεθ’ ὕμνοις τὴν ἀνίκητον θεάν. Χόρος Ἀδαμάντινον ἦθος ἔχουσα κόρα, πουλυσθενές, ὀβριμόθυμε θεά, κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς. μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα, τὰν καὶ Διὸς ὠκὺ πέφρικε βέλος, τρομέει δέ σε κύμαθ’ ἁλὸς βυθίας, τρομέει βασιλεὺς ἐνέρων Ἀΐδας, ἐπιδεσμοχαρές, κατακλινοβατές, κολυσιδρόμα, βασαναστραγάλα, σφυροπρησιπύρα, μογισαψεδάφα, δοιδυκοφόβα, γονυκαυσαγρύπνα, περικονδυλοπωρυφίλα, γονυκαμψεπίκυρτε Ποδάγρα. Ἄγγελος Δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί, ἄκου’, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω, ἀλλ’ ἔστι πρᾶξις τῶν λόγων συνέμπορος· ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶ πόλεις ἰχνεύων πάντας ἠρεύνων δόμους μαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος. καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένα