καὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην. ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα, ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον, ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων. σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν, ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια, ψύλλιον, λίβανον. ῥίζαν ἑλλεβόρου, νίτρον, τῆλιν μετ’ οἴνου, γυρίνην, κολλάμφακον, κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην, χράμβης ἀπέφθου φύλλα, γύψον ἔκ Πάρου, σπυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον, ἄλευρα κυάμων, ἄνθος ᾿Ασσίου λίθου· ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς, βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας. ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς; τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάχρυ; ξῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα, στέαρ, αἷμα. μυελός, οὖρον, ἀπόπατος, γάλα. πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος, οἱ δὲ τὸ δι᾿ ὀχτώ, τὸ δὲ δι᾿ ἑπτὰ πλείονες. ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται, ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται, Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών. ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης. ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώξειν λέγω καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσί με εἴωθ’ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα· τοῖσι δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ ἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι. ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων