πόδα, γόνυ, κοτύλην. ἀστραγάλους. ἰσχία. μηρούς, χέρας, ὠμοπλάτας, βραχίονας, κορωνά, καρποὺς ἔσθει, νέμεται, φλέγει, κρατεῖ, πυρο,. μαλάσσει, μέχρις ἂν ἡ θεὸς τὸν πόνον ἀποφυγεῖν κελεύσῃ. Πόδαγρος Εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένων ἔλαθον ὑπάρχων; τοιγὰρ ἧκε πρευμενὴς δαίμων φανεῖσα. σὺν δ’ ἐγὼ μύσταις ὁμοῦ ὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος. Χόρος Σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω, καὶ πᾶς ποδαγρῶν εὐφημείτω. ἴδε, πρὸς θυμέλας ἡ κλινοχαρὴς βαίνει δαίμων σκίπωνι βάσιν στηριξομένη. χαίροις μακάρων πολὺ πραοτάτη καὶ σοῖς προπόλοις ἵλαος ἔλθοις ὄμματι φαιδρῷ. δοίης δὲ πόνοις λύσιν ὠκεῖαν ταῖσδ’ εἰαριναῖσιν ἐν ὥραις. Ποδάγρα Τίς τὴν ἀνίκητόν με δεσπότιν πόνων οὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν; ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεται οὔτε χυθὲν αἷμα βωμίοις παρ’ ἐμπύροις, οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν, ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει, πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν. οὐ παῖς ὁ Φοίβου πολυμαθὴς Ἀσκληπιός. ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος, τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος, κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα. ἄλλος γὰρ ἄλλην ἐπ’ ἐμὲ πειράξει τέχνην· τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοι