ὦ στυγνὸν οὔνομʼ, ὦ θεοῖς στυγούμενον, ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον, ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις Μέγαιρʼ Ἐρινὺς γαστρὸς ἐξεγείνατο μαζοῖσί τʼ ἐξέθρεψε, καὶ πικρῷ βρέφει εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα, τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος. εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει, οὐ Τάνταλον ποτοῖσιν, οὐδʼ Ἰξίονα τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως, ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις, ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας χειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους ἕστηκε καὶ μεμυκὸς ἐπιτείνει πόνους. σπλάγχνων δʼ ἐπʼ αὐτῶν διάπυρον τρέχει κακόν, δίναισι φλογμῶν σάρκα πυρπολούμενον, ὁποῖα κρητὴρ μεστὸς Αἰτναίου πυρὸς ἢ Σικελὸς αὐλὼν ἁλιπόρου διασφάγος, ὅπου δυσεξέλικτα κυματούμενος σήραγξι πετρῶν σκολιὸς εἱλεῖται κλύδων. ὦ δυστέκμαρτον πᾶσιν ἀνθρώποις τέλος, ὡς εἰς μάτην σε πάντες ἀμφιθάλπομεν ἐλπίδι ματαίᾳ μωρὰ βουκολούμενοι. Χόρος ἀνὰ Δίνδυμον Κυβήβης