Λυκῖνος Πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς ἐφ’ ἡμῶν λεγόμενον. ἀλλὰ τοῦτο μὲν δῆλον· σὲ δὲ οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειε πλήν γε ὁ Ἀπόλλων. μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς ἐρωτῶσι, σὺ δὲ οὐδὲ τὸν μαντευόμενον κατενόησας. Σολοικιστής Μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθον. Λυκῖνος Εἰ ἄρα καθ’ εἷς λανθάνει σε περιιών; Σολοικιστής Ἐοίκασί γε. Λυκῖνος Ὁ δὲ καθ’ εἷς πῶς παρῆλθεν; Σολοικιστής Οὐδὲ τοῦτο ἔμαθον. Λυκῖνος Οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον; Σολοικιστής Τί οὖν τοῦτο; Λυκῖνος Ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ. Σολοικιστής Τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις μνηστευόμενος; Λυκῖνος Ὅτι ἀγνοεῖ ὁ φάσκων εἰδέναι. καὶ τὸ μὲν οὕτως ἔχει. εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολίποι τὴν γυναῖκα, ἆρ’ ἂν ἐπιτρέποις αὐτῷ; Σολοικιστής Τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδικούμενος; Λυκῖνος Εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο; Σολοικιστής Οὐκ ἔγωγε. Λυκῖνος Ὀρθῶς γὰρ λέγεις· οὐ γὰρ ἐπιτρεπτέον σολοικίζοντι τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ τείσεται. καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἢ ἐξιὼν κόπτοι, τί φήσομέν σε πεπονθέναι; Σολοικιστής Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἢ ἐξιέναι. Λυκῖνος Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ἤ ψοφοῦντα οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα; Σολοικιστής Ὑβριστὴς εἶ. Λυκῖνος Τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί σοι διαλεγόμενος. ἔοικε δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι, σὺ δ’ οὐκ ἔγνως. Σολοικιστής Παῦσαι πρὸς τῆς Ἀθηνᾶς· ἀλλ’ εἰπέ τι τοιοῦτον, ὥστε κἀμὲ μαθεῖν. Λυκῖνος Καὶ πῶς ἄν μάθοις; Σολοικιστής Εἴ μοι πάντα ἐπέλθοις, ὅσα φὴς σολοικίσας ἐμὲ λαθεῖν καὶ παρ’ ὅ τι ἕκαστον σεσολοίκισται. Λυκῖνος Μηδαμῶς, ὦ ἄριστε· μακρὸν γὰρ ἢν ποιήσαιμεν τὸν διάλογον. ἀλλὰ περὶ μὲν τούτων ἔξεστί σοι καθ’ ἕκαστον αὐτῶν πυνθάνεσθαι· νῦν δὲ ἕτερ’ ἄττα ἐπέλθωμεν, εἰ δοκεῖ, καὶ πρῶτόν γε αὐτὸ τοῦτο τὸ ἄττα μὴ δασέως, ἀλλὰ ψιλῶς ἐξενεγκεῖν· ὀρθῶς φαίνεται ῥηθὲν μετὰ τοῦ ἕτερα συντιθέμενον· μὴ γὰρ οὕτως ἄλογον ἦν ἄν. ἔπειτα τὸ τῆς ὕβρεως, ἥν με φὴς ὑβρίσαι σε, εἰ μὴ οὕτω λέγοιμι, ἀλλ’ εἰς σέ, φαίην ἴδιον. Σολοικιστής Ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν. Λυκῖνος Ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν ἤτοι πληγαῖς ἢ δεσμοῖς ἢ καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ, ὅταν εἴς τι τῶν σῶν γίγνηται ἡ ὕβρις· καὶ γὰρ ὅστις γυναῖκα φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων οὕτως ἔχει σοι· ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται, οἷον ἐς τὴν παροιμίαν, ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ. Σολοικιστής Κατανοῶ τὸ διάφορον. Λυκῖνος Ἆρ’ οὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτά ὑπαλλάττειν σολοικίζειν καλοῦσιν; Σολοικιστής Ἀλλὰ δὲ τὸ ὑπαλλάττειν εἴ τις ἐναλλάττειν λέγει, τί σοι δόξει λέγειν; Σολοικιστής Ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει. Λυκῖνος Καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται, τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν; Σολοικιστής Κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον ἀντὶ τοῦ κυρίου λέγειν ἐστί, τὸ δ’ ἐναλλάττειν ποτὲ μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ χρῆσθαι. Λυκῖνος Ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν, τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ ὅν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως δὲ καὶ ἀκριβοῦται παρά τισί· βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ. Σολοικιστής Ὀρθῶς γὰρ λέγεις.