Λυκῖνος Τό γε μὴν καθέζεσθαι καὶ τὸ κάθισον τοῦ κάθησο ἆρ’ οἶσθ’ ὅτι διενήνοχεν; Σολοικιστής Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λεγοντος ὡς ἔστιν ἔκφυλον. Λυκῖνος Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί. Σολοικιστής Καὶ τῷ ποτ’ ἂν εἴη διαφέρον; Λυκῖνος Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι τὸ κάθισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον· ἧσ’, ὦ ξεῖν̓, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ ʼκαθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτοὺς τὸ καθέζεσθαι. Σολοικιστής Καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δὴ λέγε· οὕτω γάρ σε δεῖ προδιδάσκειν. Λυκῖνος Ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ; Σολοικιστής Πάνυ οἶδα νῦν γέ σου ἀκούσας ταῦτα λέγοντος. Λυκῖνος Ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα διαφορὰν οὐκ ὀλίγην ἔχον. Σολοικιστής Τίνα ταύτην; Λυκῖνος Ὅτι τὸ μὲν ἑτέρῳ τὸ καταδουλοῦν, τὸ δ’ ἑαυτῷ γίγνεται. Σολοικιστής Καλῶς λέγεις. Λυκῖνος Καὶ ἄλλα δέ σοι πολλὰ ὑπάρχει μανθάνειν, εἴπερ μὴ αὐτὸς εἰδέναι οὐκ εἰδὼς δόξεις. Σολοικιστής Ἀλλ’ οὐκ ἂν δόξαιμι. Λυκῖνος Οὐκοῦν τὰ λοιπὰ ἐσαῦθις ἀναβαλώμεθα, νῦν δὲ διαλύσωμεν τὸν διάλογον.