Λυκῖνος Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός; Σολοικιστής Ἐμοὶ μὲν δοκεῖ. Λυκῖνος Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα; Σολοικιστής Ἀληθῆ λὲγεις. Λυκῖνος Σὺ δὲ αὐτὸς φὴς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν περὶ σοῦ; Σολοικιστής Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν. Λυκῖνος Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον; Σολοικιστής Παντάπασί γε. Λυκῖνος Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ. Σολοικιστής Οὐκοῦν εἰπέ. Λυκῖνος Ἀλλ’ ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως. Σολοικιστής Παίζεις ἔχων; Λυκῖνος Μὰ τοὺς θεούς· ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενού. αὖθις δὲ σκόπει· οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μέν οἶσθ̓, ἃ δ’ οὐκ οἶσθα. Σολοικιστής Εἰπὲ μόνον. Λυκῖνος Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ’ οὐκ ἔγνως. Σολοικιστής Πῶς γάρ, σοῦ μηδὲν λέγοντος; Λυκῖνος Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ’ οὐχ ἕπῃ τοῦτο δρῶντι· ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ. Σολοικιστής Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν. Λυκῖνος Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας; Σολοικιστής Τίνας τρεῖς; Λυκῖνος Ὅλους ἀρτιγενείους. Σολοικιστής Ἐγὼ μέν σε παίζειν δοκῶ. Λυκῖνος Ἐγὼ δέ σε ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις. Σολοικιστής Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου; Λυκῖνος Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ᾽ οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως. Σολοικιστής Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι. Λυκῖνος Ἀλλ’ οὐδὲ νῦν ἔγνως. Σολοικιστής Πότε νῦν; Λυκῖνος Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι. Σολοικιστής Οὐκ οἶδα ὅ τι λέγεις. Λυκῖνος Ὀρθῶς ἔφης· οὐ γὰρ οἶσθα. καὶ προϊθί γε ἐς τὸ ἔμπροσθεν· οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.