<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg068.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0062.tlg068.perseus-grc3" n="23"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg068.perseus-grc3:23" n="2"><sp><speaker>ΑΦΡΟΔΙΤΗ</speaker><p>Ἀλλὰ τὴν μὲν Ἀθηνᾶν δέδιας, ὡς φῄς, καὶ τὴν Γοργόνα, καὶ ταῦτα μὴ φοβηθεὶς τὸν κεραυνὸν τοῦ Διός. αἱ δὲ Μοῦσαι διὰ τί σοι ἄτρωτοι καὶ ἔξω βελῶν εἰσιν; κἀκεῖναι λόφους ἐπισείουσιν καὶ Γοργόνας προφαίνουσιν;</p></sp><sp><speaker>ΕΡΩΣ</speaker><p>Αἰδοῦμαι αὐτάς, ὦ μῆτερ· σεμναὶ γάρ εἰσιν καὶ ἀεί τι φροντίζουσιν καὶ περὶ ᾠδὴν ἔχουσι καὶ ἐγὼ παρίσταμαι πολλάκις αὐταῖς κηλούμενος ὑπὸ τοῦ μέλους.</p></sp><sp><speaker>ΑΦΡΟΔΙΤΗ</speaker><p>Ἔα καὶ ταύτας, ὅτι σεμναί· τὴν δὲ Ἄρτεμιν τίνος ἕνεκα οὐ τιτρώσκεις;</p></sp><sp><speaker>ΕΡΩΣ</speaker><p>Τὸ μὲν ὅλον οὐδὲ καταλαβεῖν αὐτὴν οἷόν τε φεύγουσαν ἀεὶ διὰ τῶν ὀρῶν· εἶτα καὶ ἴδιόν τινα ἔρωτα ἤδη ἐρᾷ.</p></sp><sp><speaker>ΑΦΡΟΔΙΤΗ</speaker><p>Τίνος, ὦ τέκνον;</p></sp><sp><speaker>ΕΡΩΣ</speaker><p>Θήρας καὶ ἐλάφων καὶ νεβρῶν, αἱρεῖν τε διώκουσα καὶ κατατοξεύειν, καὶ ὅλως πρὸς τῷ τοιούτῳ ἐστίν· ἐπεὶ τόν γε ἀδελφὸν αὐτῆς, καίτοι τοξότην καὶ αὐτὸν ὄντα καὶ ἑκηβόλον—</p></sp><sp><speaker>ΑΦΡΟΔΙΤΗ</speaker><p>Οἶδα, ὦ τέκνον, πολλὰ ἐκεῖνον ἐτόξευσας. </p></sp><pb n="v.7.p.346"/></div></div></div></body></text></TEI>