ΠΟΣΕΙΔΩΝ Οἶδα οὐκ ἄμορφον, ὦ Ἀλφειέ, τὴν Ἀρέθουσαν, ἀλλὰ διαυγής ἐστι καὶ διὰ καθαροῦ ἀναβλύζει καὶ τὸ ὕδωρ ἐπιπρέπει ταῖς ψηφῖσιν ὅλον ὑπὲρ αὐτῶν φαινόμενον ἀργυροειδές. ΑΛΦΕΙΟΣ Ὡς ἀληθῶς οἶσθα τὴν πηγήν, ὦ Πόσειδον· παρ' ἐκείνην οὖν ἀπέρχομαι. ΠΟΣΕΙΔΩΝ Ἀλλ' ἄπιθι μὲν καὶ εὐτύχει ἐν τῷ ἔρωτι· ἐκεῖνο δέ μοι εἰπέ, ποῦ τὴν Ἀρέθουσαν εἶδες αὐτὸς μὲν Ἀρκὰς ὤν, ἡ δὲ ἐν Συρακούσαις ἐστίν; ΑΛΦΕΙΟΣ Ἐπειγόμενόν με κατέχεις, ὦ Πόσειδον, περίεργα ἐρωτῶν. ΠΟΣΕΙΔΩΝ Εὖ λέγεις· χώρει παρὰ τὴν ἀγαπωμένην, καὶ ἀναδὺς ἀπὸ τῆς θαλάσσης συναναμίγνυσο ξυναλίᾳ μίγνυσο β. τῇ πηγῇ καὶ ἓν ὕδωρ γίγνεσθε. ΜΕΝΕΛΑΟΥ ΚΑΙ ΠΡΩΤΕΩΣ ΜΕΝΕΛΑΟΣ Ἀλλὰ ὕδωρ μέν σε γενέσθαι, ὦ Πρωτεῦ, οὐκ ἀπίθανον, ἐνάλιόν γε ὄντα, καὶ δένδρον, ἔτι φορητόν, καὶ εἰς λέοντα δὲ εἰ ἀλλαγείης, ὅμως οὐδὲ τοῦτο ἔξω πίστεως· εἰ δὲ καὶ πῦρ γίγνεσθαι δυνατὸν ἐν τῇ θαλάσσῃ οἰκοῦντά σε, τοῦτο πάνυ θαυμάζω καὶ ἀπιστῶ. ΠΡΩΤΕΥΣ Μὴ θαυμάσῃς, ὦ Μενέλαε· γίγνομαι γάρ. ΜΕΝΕΛΑΟΣ Εἶδον καὶ αὐτός· ἀλλά μοι δοκεῖς—εἰρήσεται γὰρ πρὸς σέ—γοητείαν τινὰ προσάγειν τῷ πράγματι καὶ τοὺς ὀφθαλμοὺς ἐξαπατᾶν τῶν ὁρώντων αὐτὸς οὐδὲν τοιοῦτο γιγνόμενος. ΠΡΩΤΕΥΣ Καὶ τίς ἂν ἡ ἀπάτη ἐπὶ τῶν οὕτως ἐναργῶν γένοιτο; οὐκ ἀνεῳγμένοις τοῖς ὀφθαλμοῖς εἶδες, εἰς ὅσα μετεποίησα ἐμαυτόν; εἰ δὲ ἀπιστεῖς καὶ τὸ πρᾶγμά σοι ψευδὲς εἶναι δοκεῖ, καὶ φαντασία τις πρὸ τῶν ὀφθαλμῶν ἱσταμένη, ἐπειδὰν πῦρ γένωμαι, προσένεγκέ μοι, ὦ γενναῖε, τὴν χεῖρα· εἴσῃ γάρ, εἰ ὁρῶμαι μόνον ἢ καὶ τὸ κάειν τότε μοι πρόσεστιν. ΜΕΝΕΛΑΟΣ Οὐκ ἀσφαλὴς ἡ πεῖρα, ὦ Πρωτεῦ. ΠΡΩΤΕΥΣ Σὺ δέ μοι, ὦ Μενέλαε, δοκεῖς οὐδὲ πολύποδα πολύποδα γ: πολύπουν β bis. ἑωρακέναι πώποτε οὐδὲ ἃ πάσχει ὁ ἰχθῦς οὗτος εἰδέναι. ΜΕΝΕΛΑΟΣ Ἀλλὰ τὸν μὲν πολύποδα εἶδον, ἃ δὲ πάσχει, ἡδέως ἂν μάθοιμι παρὰ σοῦ. ΠΡΩΤΕΥΣ Ὁποίᾳ ἂν πέτρᾳ προσελθὼν ἁρμόσῃ τὰς κοτύλας κοτύλας γ: σκυτάλας β. καὶ προσφὺς ἔχηται κατὰ τὰς πλεκτάνας, ἐκείνῃ ὅμοιον ἐργάζεται ἑαυτὸν καὶ μεταβάλλει τὴν χροίαν μιμούμενος τὴν πέτραν, ὡς λανθάνειν λανθάνειν γ: ἂν λάθοι β. τοὺς ἁλιέας μὴ διαλλάττων μηδὲ ἐπίσημος ἐπίσημος γ: φανερὸς β. ὢν διὰ τοῦτο, ἀλλὰ ἐοικὼς τῷ λίθῳ. ΜΕΝΕΛΑΟΣ Φασὶ ταῦτα· τὸ δὲ σὸν πολλῷ παραδοξότερον, ὦ Πρωτεῦ. ΠΡΩΤΕΥΣ Οὐκ οἶδα, ὦ Μενέλαε, ᾥτινι ἂν ἄλλῳ πιστεύσειας τοῖς σεαυτοῦ ὀφθαλμοῖς ἀπιστῶν. ΜΕΝΕΛΑΟΣ Εἶδον· ἀλλὰ τὸ πρᾶγμα τεράστιον, ὁ αὐτὸς πῦρ καὶ ὕδωρ. ΠΟΣΕΙΔΩΝΟΣ ΚΑΙ ΔΕΛΦΙΝΩΝ ΠΟΣΕΙΔΩΝ Εὖ γε, ὦ Δελφῖνες, ὅτι ἀεὶ φιλάνθρωποί ἐστε, καὶ πάλαι μὲν τὸ τῆς Ἰνοῦς παιδίον ἐπὶ τὸν Ἰσθμὸν ἐκομίσατε ὑποδεξάμενοι ἀπὸ τῶν Σκειρωνίδων μετὰ τῆς μητρὸς ἐμπεσόν, καὶ νῦν σὺ τὸν κιθαρῳδὸν τουτονὶ τὸν ἐκ Μηθύμνης ἀναλαβὼν ἐξενήξω ἐς Ταίναρον αὐτῇ σκευῇ καὶ κιθάρᾳ, οὐδὲ περιεῖδες κακῶς ὑπὸ τῶν ναυτῶν ἀπολλύμενον. ΔΕΛΦΙΝΕΣ Μὴ θαυμάσῃς, ὦ Πόσειδον, εἰ τοὺς ἀνθρώπους εὖ ποιοῦμεν ἐξ ἀνθρώπων γε καὶ αὐτοὶ ἰχθύες γενόμενοι. Καὶ μέμφομαί ΠΟΣ. καὶ μέμφομαι . . . ὅτι ὑμᾶς . . . Δελφίν; β. γε τῷ Διονύσῳ, ὅτι ἡμᾶς καταναυμαχήσας καὶ μετέβαλε, δέον χειρώσασθαι μόνον, ὥσπερ τοὺς ἄλλους ὑπηγάγετο. ΠΟΣΕΙΔΩΝ Πῶς δ’ οὖν τὰ κατὰ τὸν Ἀρίονα τοῦτον ἐγένετο, ὦ Δελφίν;