<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="6"><sp rend="merge"><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>καὶ τὸ τῶν
ναυτῶν πλῆθος στρατοπέδῳ ἄν τις εἰκάσειεν.
ἐλέγετο δὲ καὶ τοσοῦτον ἄγειν σῖτον, ὡς ἱκανὸν
εἶναι πᾶσι τοῖς ἐν τῇ Ἀττικῇ ἐνιαύσιον πρὸς
τροφήν. κἀκεῖνα πάντα μικρός τις ἀνθρωπίσκος
γέρων ἤδη ἔσωζεν ὑπὸ λεπτῇ κάμακι τὰ τηλικαῦτα
πηδάλια περιστρέφων· ἐδείχθη γάρ μοι ἀναφαλαντίας
τις, οὖλος, Ἥρων, οἶμαι, τοὔνομα.</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Θαυμάσιος τὴν τέχνην, ὡς ἔφασκον οἱ ἐμπλέοντες,
καὶ τὰ θαλάττια σοφὸς ὑπὲρ τὸν Πρωτέα.
</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="7"><sp rend="merge"><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p> ἠκούσατε δὲ ὅπως δεῦρο κατήγαγε τὸ πλοῖον, οἷα
ἔπαθον πλέοντες ἢ ὡς ὁ ἀστὴρ αὐτοὺς ἔσωσεν;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὔκ, ὦ Τιμόλαε, ἀλλὰ νῦν ἡδέως ἂν ἀκούσαιμεν.</p></sp><pb n="v.6.p.438"/><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Ὁ ναύκληρος αὐτὸς διηγεῖτό μοι, χρηστὸς ἀνὴρ
καὶ προσομιλῆσαι δεξιός. ἔφη δὲ ἀπὸ τῆς Φάρου
ἀπάραντας οὐ πάνυ βιαίῳ πνεύματι ἑβδομαίους
ἰδεῖν τὸν Ἀκάμαντα, εἶτα ζεφύρου ἀντιπνεύσαντος
ἀπενεχθῆναι πλαγίους ἄχρι Σιδῶνος, ἐκεῖθεν δὲ
χειμῶνι μεγάλῳ περιπεσόντας δεκάτῃ ἐπὶ Χελιδονέας
διὰ τοῦ Αὐλῶνος ἐλθεῖν, ἔνθα δὴ παρὰ
 μικρὸν ὑποβρυχίους δῦναι ἅπαντας.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="8"><sp rend="merge"><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>οἶδα δέ ποτε
παραπλεύσας καὶ αὐτὸς Χελιδονέας ἡλίκον ἐν τῷ
τόπῳ ἀνίσταται τὸ κῦμα, καὶ μάλιστα περὶ τὸν
λίβα, ὁπόταν ἐπιλάβῃ καὶ τοῦ νότου· κατ' ἐκεῖνο
γὰρ δὴ συμβαίνει μερίζεσθαι τὸ Παμφύλιον ἀπὸ
τῆς Λυκιακῆς θαλάττης, καὶ ὁ κλύδων ἅτε ἀπὸ
πολλῶν ῥευμάτων περὶ τῷ ἀκρωτηρίῳ σχιζόμενος—ἀπόξυροι
δέ εἰσι πέτραι καὶ ὀξεῖαι παραθηγόμεναι
τῷ κλύσματι—καὶ φοβερωτάτην ποιεῖ τὴν
κυματωγὴν καὶ τὸν ἦχον μέγαν, καὶ τὸ κῦμα
 πολλάκις αὐτῷ ἰσομέγεθες τῷ σκοπέλῳ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="9"><sp rend="merge"><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>τοιαῦτα
καὶ σφᾶς καταλαβεῖν ἔφασκεν ὁ ναύκληρος ἔτι
καὶ νυκτὸς οὔσης καὶ ζόφου ἀκριβοῦς. ἀλλὰ πρὸς
τὴν οἰμωγὴν αὐτῶν ἐπικλασθέντας τοὺς θεοὺς πῦρ
τε ἀναδεῖξαι ἀπὸ τῆς Λυκίας, ὡς γνωρίσαι τὸν
τόπον ἐκεῖνον, καί τινα λαμπρὸν ἀστέρα Διοσκούρων
τὸν ἕτερον ἐπικαθίσαι τῷ καρχησίῳ καὶ
κατευθῦναι τὴν ναῦν ἐπὶ τὰ λαιὰ ἐς τὸ πέλαγος
ἤδη τῷ κρημνῷ προσφερομένην. τοὐντεῦθεν δὲ
ἅπαξ τῆς ὀρθῆς ἐκπεσόντας διὰ τοῦ Αἰγαίου
πλεύσαντας ἑβδομηκοστῇ ἀπ' Αἰγύπτου ἡμέρᾳ
πρὸς ἀντίους τοὺς ἐτησίας πλαγιάζοντας ἐς Πειραιᾶ
χθὲς καθορμίσασθαι τοσοῦτον ἀποσυρέντας ἐς τὸ <pb n="v.6.p.440"/> κάτω, οὓς ἔδει τὴν Κρήτην δεξιὰν λαβόντας ὑπὲρ τὴν <note xml:lang="mul" n="6.440.1">τὴν Reitz: τὸν MSS.</note> Μαλέαν πλεύσαντας ἤδη εἶναι ἐν Ἰταλίᾳ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Νὴ Δία, θαυμάσιόν τινα φὴς κυβερνήτην τὸν
Ἥρωνα ἢ τοῦ Νηρέως ἡλικιώτην, ὃς τοσοῦτον
 ἀπεσφάλη τῆς ὁδοῦ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="10"><sp rend="merge"><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>ἀλλὰ τί τοῦτο; οὐκ Ἀδείμαντος ἐκεῖνός ἐστι;</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός. ἐμβοήσωμεν
οὖν. Ἀδείμαντες, σέ φημι τὸν Μυρρινούσιον τὸν
Στρομβίχου.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Δυεῖν θάτερον, ἢ δυσχεραίνει καθ' ἡμῶν ἢ
ἐκκεκώφωται. Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς
ἐστι. Πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ
καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά.
ἐπιτείνωμεν δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν
 αὐτόν.</p></sp></div></div></body></text></TEI>