<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="42"><sp rend="merge"><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>ἐγὼ δὲ βούλομαι τὸν Ἑρμῆν ἐντυχόντα μοι δοῦναι δακτυλίους τινὰς τοιούτους τὴν δύναμιν, ἕνα μὲν ὥστε ἀεὶ ἐρρῶσθαι καὶ ὑγιαίνειν τὸ σῶμα καὶ ἄτρωτον εἶναι καὶ ἀπαθῆ, ἕτερον δὲ ὡς μὴ ὁρᾶσθαι τὸν περιθέμενον, οἷος ἦν ὁ τοῦ Γύγου, τὸν δέ τινα ὡς ἰσχύειν ὑπὲρ ἄνδρας μυρίους καὶ ὅ τι ἂν ἄχθος ἅμα μυρίοι κινῆσαι μόλις δύναιντο, τοῦτο ἐμὲ ῥᾳδίως μόνον ἀνατίθεσθαι, ἔτι δὲ καὶ πέτεσθαι πολὺ ἀπὸ τῆς γῆς ἀρθέντα, καὶ πρὸς τοῦτο εἶναί μοι δακτύλιόν τινα. καὶ μὴν καὶ ἐς ὕπνον κατασπᾶν ὁπόσους ἂν ἐθέλω καὶ ἅπασαν θύραν προσιόντι μοι ἀνοίγεσθαι χαλωμένου τοῦ κλείθρου καὶ τοῦ μοχλοῦ ἀφαιρουμένου, ταῦτα ἀμφότερα εἷς δακτύλιος δυνάσθω. </p></sp></div></div></body></text></TEI>