ΛΥΚΙΝΟΣ Ἀλλ' ἤδη σὸν αἰτεῖν, ὦ Τιμόλαε, καὶ ὅπως ὑπερβαλῇ τούτους, ὥσπερ εἰκὸς ἄνδρα συνετὸν καὶ πράγμασιν χρῆσθαι εἰδότα. ΤΙΜΟΛΑΟΣ Σκόπει γοῦν, ὦ Λυκῖνε, εἴ τι ἐπιλήψιμον εὔξομαι καὶ ὅ τι ἂν εὐθῦναί τις δυνηθείη. χρυσὸν μὲν οὖν καὶ θησαυροὺς καὶ μεδίμνους νομίσματος ἢ βασιλείας καὶ πολέμους καὶ δείματα ὑπὲρ τῆς ἀρχῆς, εἰκότως ἃ εἰκότως MSS.: ἃ del. Bekker. διέβαλες, οὐκ αἰτήσομαι. ἀβέβαια γὰρ ταῦτά γε καὶ πολλὰς τὰς ἐπιβουλὰς ἔχοντα καὶ πλέον τοῦ ἡδέος τὸ ἀνιαρὸν ἐν αὐτοῖς ἦν.