ΛΥΚΙΝΟΣ Πέπαυσο ἤδη, ὦ Σάμιππε. καιρὸς γὰρ σὲ ἤδη μὲν νενικηκότα τηλικαύτην μάχην ἐν Βαβυλῶνι εὐωχεῖσθαι τὰ ἐπινίκια—ἑκστάδιος γὰρ οἶμαί σοι ἡ ἀρχή—Τιμόλαον δὲ ἐν τῷ μέρει εὔχεσθαι ὅπερ ἂν ἐθέλῃ. ΣΑΜΙΠΠΟΣ Τί δ’ οὖν, ὦ Λυκῖνε; οἷά σοι ᾐτῆσθαι δοκῶ; ΛΥΚΙΝΟΣ Παρὰ πολύ, So Jacobitz: παραπολύ MSS. ὦ θαυμασιώτατε βασιλέων, ἐπιπονώτερα καὶ βιαιότερα τῶν Ἀδειμάντου, παρ' ὅσον ἐκεῖνος μὲν ἐτρύφα διτάλαντα χρύσεα ἐκπώματα προπίνων προπίνων Gesner and Cobet: προτεινόμενος (or προτείνων) MSS. τοῖς συμπόταις, σὺ δὲ καὶ ἐτιτρώσκου μονομαχῶν καὶ ἐδεδίεις καὶ ἐφρόντιζες νύκτωρ καὶ μεθ' ἡμέραν· οὐ μόνον γάρ σοι τὰ παρὰ τῶν πολεμίων φοβερὰ ἦν, ἀλλὰ καὶ ἐπιβουλαὶ μυρίαι καὶ φθόνος παρὰ τῶν συνόντων καὶ μῖσος καὶ κολακεία, φίλος δὲ οὐδεὶς ἀληθής, ἀλλὰ πρὸς τὸ δέος ἅπαντες ἢ πρὸς τὴν ἐλπίδα εὖνοι δοκοῦντες εἶναι. ἀπόλαυσις μέν γε οὐδὲ ὄναρ τῶν ἡδέων, ἀλλὰ δόξα μόνη καὶ πορφυρὶς χρυσῷ ποικίλη καὶ ταινία λευκὴ περὶ τῷ μετώπῳ καὶ δορυφόροι προϊόντες, τὰ δ’ ἄλλα κάματος ἀφόρητος καὶ ἀηδία πολλή, καὶ ἢ χρηματίζειν δεῖ τοῖς παρὰ τῶν πολεμίων ἥκουσιν ἢ δικάζειν ἢ καταπέμπειν τοῖς ὑπηκόοις ἐπιτάγματα, καὶ ἤτοι ἀφέστηκέ τι ἔθνος ἢ ἐπελαύνουσί τινες τῶν ἔξω τῆς ἀρχῆς. δεδιέναι οὖν δεῖ πάντα καὶ ὑφορᾶσθαι, καὶ ὅλως ὑπὸ πάντων μᾶλλον ἢ ὑπὸ σεαυτοῦ εὐδαιμονίζεσθαι.