<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="37"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ὢ τῆς τύχης. ἐπ' ἐμὲ γὰρ οἱ ἱππεῖς ἅπαντες
καὶ μόνος ἐπιτήδειος αὐτοῖς ἔδοξα ἐπελαύνεσθαι.
καί μοι δοκῶ, ἢν βιάζωνται, αὐτομολήσειν προσδραμὼν
ἐς τὴν παλαίστραν ἔτι πολεμοῦντας ὑμᾶς
καταλιπών.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Μηδαμῶς. κρατεῖς γὰρ αὐτῶν καὶ σὺ ἤδη τὸ
μέρος. ἐγὼ δέ, ὡς ὁρᾷς, καὶ μονομαχήσω πρὸς
τὸν βασιλέα· προκαλεῖται γάρ με καὶ ἀναδῦναι
πάντως αἰσχρόν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Νὴ Δία καὶ τετρώσῃ αὐτίκα μάλα πρὸς αὐτοῦ.
βασιλικὸν γὰρ καὶ τὸ τρωθῆναι περὶ τῆς ἀρχῆς
μαχόμενον.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Εὖ λέγεις. ἐπιπόλαιον μέντοι <note xml:lang="mul" n="6.474.1">μέντοι Bekker: μέν σοι (or μοι) MSS.</note> τὸ τραῦμα καὶ οὐκ εἰς τὰ φανερὰ τοῦ σώματος, ὡς μηδὲ τὴν οὐλὴν ὕστερον ἄμορφον γενέσθαι. πλὴν ἀλλὰ ὁρᾷς ὅπως ἐπελάσας μιᾷ πληγῇ αὐτόν τε καὶ τὸν ἵππον διέπειρα τὴν λόγχην ἀφείς, εἶτα τὴν κεφαλὴν ἀποτεμὼν καὶ ἀφελὼν τὸ διάδημα βασιλεὺς ἤδη γέγονα προσκυνούμενος ὑφ' ἁπάντων; οἱ βάρβαροι προσκυνείτωσαν.</p></sp></div></div></body></text></TEI>