<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="35"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Ἀλλ' ἐγὼ μέν φημι δεῖν ὑμᾶς τὸ πεζὸν ἀπιέναι
τὴν ἐπὶ Κτησιφῶντος, ἡμᾶς δὲ τὸ ἱππικὸν αὐτοῦ
μένειν τὴν Βαβυλῶνα διαφυλάξοντας.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἀποδειλιᾷς καὶ σύ, ὦ Ἀδείμαντε, πλησίον τοῦ
κινδύνου γενόμενος; σοὶ δὲ τί δοκεῖ, ὦ Τιμόλαε;</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Ἁπάσῃ τῇ στρατιᾷ βαδίζειν ἐπὶ τοὺς πολεμίους,
μηδὲ περιμένειν ἔστ' ἂν ἄμεινον παρασκευάσωνται
πανταχόθεν τῶν συμμάχων προσγενομένων, ἀλλ’
ἕως ἔτι καθ' ὁδόν εἰσιν οἱ πολέμιοι, ἐπιχειρῶμεν
αὐτοῖς.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Εὖ λέγεις. σὺ δὲ τί, ὦ Λυκῖνε, δοκιμάζεις;</p></sp><pb n="v.6.p.472"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἐγώ σοι φράσω. ἐπειδὴ κεκμήκαμεν συντόνως
ὁδεύοντες, ὁπότε κατῄειμεν ἕωθεν ἐς τὸν Πειραιᾶ,
καὶ νῦν ἤδη τριάκοντά που σταδίους προκεχωρήκαμεν
καὶ ὁ ἥλιος πολύς, κατὰ μεσημβρίαν γὰρ
ἤδη μάλιστα, ἐνταῦθά που ἐπὶ τὰς ἐλαίας ἐπὶ τῆς
ἀνατετραμμένης
<note xml:lang="mul" n="6.472.1">ἀνατετραμμένης Gesner: ἀναγεγραμμένης MSS.</note>
 στήλης καθίσαντας ἀναπαύσασθαι,
εἶτα οὕτως ἀναστάντας ἀνύειν τὸ λοιπὸν
ἐς τὸ ἄστυ.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἔτι γὰρ Ἀθήνησιν, ὦ μακάριε, εἶναι δοκεῖς, ὃς
ἀμφὶ Βαβυλῶνα ἐν τῷ πεδίῳ πρὸ τῶν τειχῶν ἐν
τοσούτοις στρατιώταις κάθησαι περὶ τοῦ πολέμου
διασκοπούμενος;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εὖ γε
<note xml:lang="mul" n="6.472.2">εὔ γε add. Dindorf.</note>
 ὑπέμνησας. ἐγὼ δὲ νήφειν ᾤμην καὶ
ὕπαρ ἀποφανεῖσθαι
<note xml:lang="mul" n="6.472.3">So Bekker: καὶ οὐ παρὰ τὸ φανεῖσθαι MSS.</note>
 τὴν γνώμην.</p></sp></div></div></body></text></TEI>