<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="32"><sp rend="merge"><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p> προΐωμεν δὲ ἤδη τὴν ἐπὶ Κορίνθου διὰ τῆς ὀρεινῆς ἐπευξάμενοι τῷ βασιλείῳ Διί· κἀπειδὰν τἀν τῇ Ἑλλάδι πάντα ἤδη χειρωσώμεθα—οὐδεὶς γὰρ ὁ ἐναντιωθησόμενος ἡμῖν τὰ ὅπλα τοσούτοις οὖσιν, ἀλλ’ ἀκονιτὶ κρατοῦμεν—ἐπιβάντες ἐπὶ τὰς τριήρεις καὶ τοὺς ἵππους εἰς τὰς ἱππαγωγοὺς ἐμβιβάσαντες—παρεσκεύασται δ’ ἐν Κεγχρεαῖς καὶ σῖτος ἱκανὸς καὶ τὰ πλοῖα διαρκῆ καὶ τὰ ἄλλα πάντα—διαβάλωμεν <note xml:lang="mul" n="6.466.3">διαβάλωμεν: Dindorf and Bekker: διαλάβωμεν MSS.</note> τὸν Αἰγαῖον ἐς τὴν Ἰωνίαν, εἶτα <pb n="v.6.p.468"/> ἐκεῖ τῇ Ἀρτέμιδι θύσαντες καὶ τὰς πόλεις ἀτειχίστους λαβόντες ῥᾳδίως ἄρχοντας ἀπολιπόντες προχωρῶμεν ἐπὶ Συρίας διὰ Καρίας, εἶτα Λυκίας καὶ Παμφυλίας καὶ Πισιδῶν καὶ τῆς παραλίου καὶ ὀρεινῆς Κιλικίας, ἄχρι <note xml:lang="mul" n="6.468.1">ἄχρι Jacobitz: ἄχρις MSS.</note> ἂν ἐπὶ τὸν Εὐφράτην ἀφικώμεθα.</p></sp></div></div></body></text></TEI>