<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="31"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Ἐγώ σοι, ὦ Σάμιππε, ἡγήσομαι τῶν ἱππέων, Λυκῖνος δὲ τὸ δεξιὸν κέρας ἐχέτω. δίκαιος δ’ ἂν εἴην τυχεῖν παρὰ σοῦ τῶν μεγίστων τοσούτοις σε μεδίμνοις δωρησάμενος ἐπισήμου χρυσίου.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Καὶ αὐτοὺς ἐρώμεθα, ὦ Ἀδείμαντε, τοὺς ἱππέας,
εἰ δέξονταί ἄρχοντα σε σφῶν γενέσθαι. ὅτῳ δοκεῖ,
ὦ ἱππεῖς, Ἀδείμαντον ἱππαρχεῖν, ἀνατεινάτω τὴν
χεῖρα.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Πάντες, ὡς ὁρᾷς, ὦ Σάμιππε, ἐχειροτόνησαν.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἀλλὰ σὺ μὲν ἄρχε τῆς ἵππου, Λυκῖνος δὲ ἐχέτω τὸ δεξιόν. οὑτοσὶ δὲ Τιμόλαος ἐπὶ τοῦ εὐωνύμου τετάξεται. ἐγὼ δὲ κατὰ μέσον, ὡς νόμος βασιλεῦσι τῶν Περσῶν, ἐπειδὰν αὐτοὶ συμπαρῶσι. <note xml:lang="mul" n="6.466.2">αὐτοὶ συμπαρῶσι Ω: αὐτοὶ συμπαρ (sic) Γ: αὐτοὶ συμπαρεδερεύειν αὑτοῖς βούλονταί τινας Ν.</note></p></sp></div></div></body></text></TEI>