<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="31"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Ἐγώ σοι, ὦ Σάμιππε, ἡγήσομαι τῶν ἱππέων, Λυκῖνος δὲ τὸ δεξιὸν κέρας ἐχέτω. δίκαιος δ’ ἂν εἴην τυχεῖν παρὰ σοῦ τῶν μεγίστων τοσούτοις σε μεδίμνοις δωρησάμενος ἐπισήμου χρυσίου.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Καὶ αὐτοὺς ἐρώμεθα, ὦ Ἀδείμαντε, τοὺς ἱππέας,
εἰ δέξονταί ἄρχοντα σε σφῶν γενέσθαι. ὅτῳ δοκεῖ,
ὦ ἱππεῖς, Ἀδείμαντον ἱππαρχεῖν, ἀνατεινάτω τὴν
χεῖρα.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Πάντες, ὡς ὁρᾷς, ὦ Σάμιππε, ἐχειροτόνησαν.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἀλλὰ σὺ μὲν ἄρχε τῆς ἵππου, Λυκῖνος δὲ ἐχέτω τὸ δεξιόν. οὑτοσὶ δὲ Τιμόλαος ἐπὶ τοῦ εὐωνύμου τετάξεται. ἐγὼ δὲ κατὰ μέσον, ὡς νόμος βασιλεῦσι τῶν Περσῶν, ἐπειδὰν αὐτοὶ συμπαρῶσι. <note xml:lang="mul" n="6.466.2">αὐτοὶ συμπαρῶσι Ω: αὐτοὶ συμπαρ (sic) Γ: αὐτοὶ συμπαρεδερεύειν αὑτοῖς βούλονταί τινας Ν.</note></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="32"><sp rend="merge"><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p> προΐωμεν δὲ ἤδη τὴν ἐπὶ Κορίνθου διὰ τῆς ὀρεινῆς ἐπευξάμενοι τῷ βασιλείῳ Διί· κἀπειδὰν τἀν τῇ Ἑλλάδι πάντα ἤδη χειρωσώμεθα—οὐδεὶς γὰρ ὁ ἐναντιωθησόμενος ἡμῖν τὰ ὅπλα τοσούτοις οὖσιν, ἀλλ’ ἀκονιτὶ κρατοῦμεν—ἐπιβάντες ἐπὶ τὰς τριήρεις καὶ τοὺς ἵππους εἰς τὰς ἱππαγωγοὺς ἐμβιβάσαντες—παρεσκεύασται δ’ ἐν Κεγχρεαῖς καὶ σῖτος ἱκανὸς καὶ τὰ πλοῖα διαρκῆ καὶ τὰ ἄλλα πάντα—διαβάλωμεν <note xml:lang="mul" n="6.466.3">διαβάλωμεν: Dindorf and Bekker: διαλάβωμεν MSS.</note> τὸν Αἰγαῖον ἐς τὴν Ἰωνίαν, εἶτα <pb n="v.6.p.468"/> ἐκεῖ τῇ Ἀρτέμιδι θύσαντες καὶ τὰς πόλεις ἀτειχίστους λαβόντες ῥᾳδίως ἄρχοντας ἀπολιπόντες προχωρῶμεν ἐπὶ Συρίας διὰ Καρίας, εἶτα Λυκίας καὶ Παμφυλίας καὶ Πισιδῶν καὶ τῆς παραλίου καὶ ὀρεινῆς Κιλικίας, ἄχρι <note xml:lang="mul" n="6.468.1">ἄχρι Jacobitz: ἄχρις MSS.</note> ἂν ἐπὶ τὸν Εὐφράτην ἀφικώμεθα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="33"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἐμέ, ὦ βασιλεῦ, εἰ δοκεῖ, σατράπην τῆς Ἑλλάδος κατάλιπε. δειλὸς γάρ εἰμι καὶ τῶν οἴκοι πολὺ ἀπελθεῖν οὐκ ἂν ἡδέως ὑπομείναιμι. σὺ δὲ ἔοικας ἐπὶ Ἀρμενίους καὶ Παρθυαίους ἐλάσειν μάχιμα φῦλα καὶ τὴν τοξικὴν εὔστοχα. ὥστε ἄλλῳ παραδοὺς τὸ δεξιὸν ἐμὲ Ἀντίπατρόν τινα ἔασον ἐπὶ τῆς Ἑλλάδος, μή με καὶ διαπείρῃ τις οἰστῷ ἄθλιον βαλὼν ἐς τὰ γυμνὰ περὶ Σοῦσα ἢ Βάκτρα ἡγούμενόν σοι τῆς φάλαγγος.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἀποδιδράσκεις, ὦ Λυκῖνε, τὸν κατάλογον δειλὸς ὤν. ὁ δὲ νόμος ἀποτετμῆσθαι τὴν κεφαλήν, εἴ τις λιπὼν φαίνοιτο τὴν τάξιν. ἀλλ’ ἐπεὶ κατὰ τὸν Εὐφράτην ἤδη ἐσμὲν καὶ ὁ ποταμὸς ἔζευκται καὶ κατόπιν ὁπόσα διεληλύθαμεν ἀσφαλῶς ἔχει καὶ πάντα ὕπαρχοι κατέχουσιν ὑπ' ἐμοῦ ἑκάστῳ ἔθνει ἐπεισαχθέντες, οἱ δὲ καὶ ἀπίασι τὴν Φοινίκην ἡμῖν ἐν τούτῳ καὶ τὴν Παλαιστίνην εἶτα καὶ τὴν Αἴγυπτον προσαξόμενοι, </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="34"><sp rend="merge"><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>σὺ πρῶτος, ὦ Λυκῖνε, διάβαινε τὸ δεξιὸν ἄγων, εἶτα ἐγὼ καὶ μετ' ἐμὲ ὁ Τιμόλαος· ἐπὶ πᾶσι δὲ τὸ ἱππικὸν ἄγε σύ, ὦ Ἀδείμαντε. καὶ διὰ μὲν τῆς Μεσοποταμίας οὐδεὶς ἀπήντηκεν ἡμῖν πολέμιος, ἀλλὰ ἑκόντες αὑτούς τε καὶ τὰς ἀκροπόλεις ἅνθρωποι <note xml:lang="mul" n="6.468.2">ἅνθρωποι Fritzsche: ἄνθρωποι MSS.</note> ἐνεχείρισαν, καὶ <pb n="v.6.p.470"/> ἐπὶ Βαβυλῶνα ἐλθόντες ἀπροσδόκητοι παρήλθομεν εἰς τὸ εἴσω τῶν τειχῶν καὶ ἔχομεν τὴν πόλιν. ὁ βασιλεὺς δὲ περὶ Κτησιφῶντα διατρίβων ἤκουσε τὴν ἔφοδον, εἶτα εἰς Σελεύκειαν παρελθὼν παρασκευάζεται ἱππέας τε ὅτι πλείστους μεταπεμπόμενος καὶ τοξότας καὶ σφενδονήτας. ἀπαγγέλλουσι δ’ οὖν οἱ σκοποὶ ἀμφὶ τὰς ἑκατὸν ἤδη μυριάδας τοῦ μαχίμου συνειλέχθαι καὶ τούτων εἴκοσιν ἱπποτοξότας, καίτοι οὔπω ὁ Ἀρμένιος πάρεστιν οὔτε οἱ κατὰ τὴν Κασπίαν θάλατταν οἰκοῦντες οὔτε οἱ ἀπὸ Βάκτρων, ἀλλ’ ἐκ τῶν πλησίον καὶ προαστείων τῆς ἀρχῆς· οὕτω ῥᾳδίως τοσαύτας μυριάδας κατέλεξε. <note xml:lang="mul" n="6.470.1">κατέλεξε Pellet: κατέαξε MSS.</note> καιρὸς οὖν ἤδη σκοπεῖν ἡμᾶς ὅ τι χρὴ ποιεῖν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="35"><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p> Ἀλλ' ἐγὼ μέν φημι δεῖν ὑμᾶς τὸ πεζὸν ἀπιέναι
τὴν ἐπὶ Κτησιφῶντος, ἡμᾶς δὲ τὸ ἱππικὸν αὐτοῦ
μένειν τὴν Βαβυλῶνα διαφυλάξοντας.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἀποδειλιᾷς καὶ σύ, ὦ Ἀδείμαντε, πλησίον τοῦ
κινδύνου γενόμενος; σοὶ δὲ τί δοκεῖ, ὦ Τιμόλαε;</p></sp><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p>Ἁπάσῃ τῇ στρατιᾷ βαδίζειν ἐπὶ τοὺς πολεμίους,
μηδὲ περιμένειν ἔστ' ἂν ἄμεινον παρασκευάσωνται
πανταχόθεν τῶν συμμάχων προσγενομένων, ἀλλ’
ἕως ἔτι καθ' ὁδόν εἰσιν οἱ πολέμιοι, ἐπιχειρῶμεν
αὐτοῖς.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Εὖ λέγεις. σὺ δὲ τί, ὦ Λυκῖνε, δοκιμάζεις;</p></sp><pb n="v.6.p.472"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἐγώ σοι φράσω. ἐπειδὴ κεκμήκαμεν συντόνως
ὁδεύοντες, ὁπότε κατῄειμεν ἕωθεν ἐς τὸν Πειραιᾶ,
καὶ νῦν ἤδη τριάκοντά που σταδίους προκεχωρήκαμεν
καὶ ὁ ἥλιος πολύς, κατὰ μεσημβρίαν γὰρ
ἤδη μάλιστα, ἐνταῦθά που ἐπὶ τὰς ἐλαίας ἐπὶ τῆς
ἀνατετραμμένης
<note xml:lang="mul" n="6.472.1">ἀνατετραμμένης Gesner: ἀναγεγραμμένης MSS.</note>
 στήλης καθίσαντας ἀναπαύσασθαι,
εἶτα οὕτως ἀναστάντας ἀνύειν τὸ λοιπὸν
ἐς τὸ ἄστυ.</p></sp><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p>Ἔτι γὰρ Ἀθήνησιν, ὦ μακάριε, εἶναι δοκεῖς, ὃς
ἀμφὶ Βαβυλῶνα ἐν τῷ πεδίῳ πρὸ τῶν τειχῶν ἐν
τοσούτοις στρατιώταις κάθησαι περὶ τοῦ πολέμου
διασκοπούμενος;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εὖ γε
<note xml:lang="mul" n="6.472.2">εὔ γε add. Dindorf.</note>
 ὑπέμνησας. ἐγὼ δὲ νήφειν ᾤμην καὶ
ὕπαρ ἀποφανεῖσθαι
<note xml:lang="mul" n="6.472.3">So Bekker: καὶ οὐ παρὰ τὸ φανεῖσθαι MSS.</note>
 τὴν γνώμην.</p></sp></div></div></body></text></TEI>