ΛΥΚΙΝΟΣ ἵνα δέ σοι καὶ τούτους ἀφῶ, τό γε τό γε Guyet: τότε MSS. ὑγιαίνειν ἐχέγγυον οἴει σοι γενήσεσθαι καὶ βέβαιον; ἢ οὐχ ὁρᾷς πολλοὺς τῶν πλουσίων κακοδαιμόνως διάγοντας ὑπὸ τῶν ἀλγηδόνων, τοὺς μὲν οὐδὲ βαδίζειν δυναμένους, ἐνίους δὲ τυφλοὺς ἢ τῶν ἐντοσθιδίων τι ἀλγοῦντας; ὅτι μὲν γὰρ οὐκ ἂν ἕλοιο πλουτῶν δὶς τοσοῦτον πλοῦτον ὅμοια πάσχειν Φανομάχῳ τῷ πλουσίῳ καὶ θηλύνεσθαι ὡς ἐκεῖνος εὖ οἶδα, κἂν μὴ εἴπῃς. ἐῶ λέγειν ὅσας ἐπιβουλὰς μετὰ τοῦ πλούτου καὶ καὶ edd.: ἢ MSS. λῃστὰς καὶ φθόνον καὶ μῖσος παρὰ τῶν πολλῶν. ὁρᾷς οἵων σοι πραγμάτων αἴτιος ὁ θησαυρὸς γίγνεται; ΑΔΕΙΜΑΝΤΟΣ Ἀεὶ σύ μοι, ὦ Λυκῖνε, ὑπεναντίος· ὥστε οὐδὲ οὐδὲ Fritzsche: οὔτε (or οὐ) MSS. τὴν χοίνικα ἔτι λήψῃ ἐς τέλος μου τῆς εὐχῆς ἐπηρεάζων. ΛΥΚΙΝΟΣ Τοῦτο μὲν ἤδη κατὰ τοὺς πολλοὺς τῶν πλουσίων ἀναδύῃ καὶ ἀνακαλεῖς τὴν ὑπόσχεσιν. ἀλλὰ σὺ ἤδη ὁ Σάμιππος εὔχου.