<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="26"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οἶσθα οὖν, ὦ Ἀδείμαντε, ὡς πάνυ σοι ἀπὸ λεπτῆς κρόκης ὁ πᾶς οὑτοσὶ πλοῦτος ἀπήρτηται, καὶ ἢν ἐκείνη ἀπορραγῇ, πάντα οἴχεται καὶ ἄνθρακές σοι ὁ θησαυρὸς ἔσται;</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟ</speaker><p>Πῶς λέγεις, ὦ Λυκῖνε;</p></sp><pb n="v.6.p.460"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι, ὦ ἄριστε, ἄδηλον ὁπόσον χρόνον βιώσει <note xml:lang="mul" n="6.460.1">βιώσει Dindorf: βιώσεις MSS.</note> πλουτῶν. τίς γὰρ οἶδεν εἰ ἔτι παρακειμένης σοι τῆς χρυσῆς τραπέζης, πρὶν ἐπιβαλεῖν τὴν χεῖρα καὶ ἀπογεύσασθαι τοῦ ταὼ ἢ τοῦ Νομάδος ἀλεκτρυόνος, ἀποφυσήσας τὸ ψυχίδιον ἄπει γυψὶ καὶ κόραξι πάντα ἐκεῖνα καταλιπών; ἢ ἐθέλεις καταριθμήσομαί σοι τοὺς μὲν αὐτίκα πρὶν ἀπολαῦσαι τοῦ πλούτου ἀποθανόντας, ἐνίους δὲ καὶ ζῶντας ἀποστερηθέντας ὧν εἶχον ὑπό τινος βασκάνου πρὸς τὰ τοιαῦτα δαίμονος; ἀκούεις γάρ που τὸν Κροῖσον καὶ τὸν Πολυκράτην πολύ σου πλουσιωτέρους γενομένους ἐκπεσόντας ἐν βραχεῖ τῶν ἀγαθῶν ἁπάντων.</p></sp></div></div></body></text></TEI>