ΛΥΚΙΝΟΣ Εἶτα πῶς ὁ οἰνοχόος ὀρέξει πλῆρες οὕτω βαρὺ ἔκπωμα; ἢ σὺ δέξῃ παρ' αὐτοῦ ἀμογητὶ οὐ σκύφον, ἀλλὰ Σισύφειόν τι βάρος ἀναδιδόντος; ΑΔΕΙΜΑΝΤΟΣ Ἄνθρωπε, μή μοι μοι Fritzsche: με MSS. ἀνάλυε τὴν εὐχήν. ἐγὼ δὲ καὶ τὰς τὰς add. Halm. τραπέζας ὅλας χρυσᾶς ποιήσομαι καὶ τὰς κλίνας χρυσᾶς, εἰ δὲ μὴ σιωπήσῃ, καὶ τοὺς διακόνους αὐτούς. ΛΥΚΙΝΟΣ Ὅρα μόνον μὴ ὥσπερ τῷ Μίδᾳ καὶ ὁ ἄρτος σοι καὶ τὸ ποτὸν χρυσὸς γένηται καὶ πλουτῶν ἄθλιος ἀπόλῃ λιμῷ διαφθαρεὶς πολυτελεῖ.