<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="20"><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p> Ἄμεινον γὰρ ἦν πιθανώτερον αὐτὸ ποιεῖν και
τινα θησαυρὸν ὑπὸ τῇ κλίνῃ ἀνευρεῖν, ὡς μὴ
πράγματα ἔχοις ἐκ τοῦ πλοίου μετατιθεὶς χρυσίον
ἐς τὸ ἄστυ.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Εὖ λέγεις, καὶ ἀνορωρύχθω θησαυρὸς ὑπὸ τὸν
Ἑρμῆν τὸν λίθινον, ὅς ἐστιν ἡμῖν ἐν τῇ αὐλῇ,
μέδιμνοι χίλιοι ἐπισήμου χρυσίου. εὐθὺς οὖν κατὰ
τὸν Ἡσίοδον οἶκος τὸ πρῶτον, ὡς ἂν ἐπισημότατα
οἰκοίην, καὶ τὰ περὶ τὸ ἄστυ πάντα ὠνησάμην
ἤδη πλὴν ὅσα θύμον καὶ λίθοι,
<note xml:lang="mul" n="6.454.1">So Γ: om. θύμον N: ὅσα ἱσθμοῖ καὶ πυθοῖ ΑΩ.</note>
 καὶ ἐν Ἐλευσῖνι
ὅσα ἐπὶ θαλάττῃ καὶ περὶ τὸν Ἰσθμὸν ὀλίγα τῶν
ἀγώνων ἕνεκα, εἴ ποτε δὴ τὰ Ἴσθμια ἐπιδημήσαιμι,
καὶ τὸ Σικυώνιον πεδίον, καὶ ὅλως εἴ πού
τι ἢ συνηρεφὲς ἢ ἔνυδρον ἢ εὔκαρπον ἐν τῇ
Ἑλλάδι, πάντα ἐν ὀλίγῳ Ἀδειμάντου ἔσται. ὁ
χρυσὸς δὲ κοῖλος ἡμῖν ἐμφαγεῖν, τὰ δὲ ἐκπώματα
οὐ κοῦφα ὡς τὰ Ἐχεκράτους, ἀλλὰ διτάλαντον
ἕκαστον τὴν ὁλκήν.</p></sp></div></div></body></text></TEI>