<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="2"><sp><speaker>ΣΑΜΙΠΠΟΣ</speaker><p> Οἶσθα οὖν, ὦ Λυκῖνε, ὅπου ἡμᾶς ἀπέλιπεν; ὁπότε, οἶμαι, τὸ ὡραῖον ἐκεῖνο μειράκιον ἐκ τῆς θαλάμης προῆλθε τὸ τὴν καθαρὰν ὀθόνην ἐνδεδυκός, ἀναδεδεμένον ἐς τοὐπίσω τὴν κόμην ἐπ' ἀμφότερα τοῦ μετώπου ἀπηγμένην. εἰ τοίνυν ἐγὼ Ἀδείμαντον οἶδα, οἶμαι, γλαφυρὸν οὕτω θέαμα ἐκεῖνος ἰδὼν μακρὰ χαίρειν φράσας τῷ Αἰγυπτίῳ ναυπηγῷ περιηγουμένῳ τὸ πλοῖον παρέστηκε δακρύων, ὥσπερ εἴωθε. ταχύδακρυς γὰρ ὁ ἀνὴρ ἐς τὰ ἐρωτικά.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ μὴν οὐ πάνυ καλός, ὦ Σάμιππε, ὁ μειρακίσκος ἔδοξέ μοι, ὡς ἂν καὶ Ἀδείμαντον ἐκπλῆξαι, ᾧ τοσοῦτοι Ἀθήνησι καλοὶ ἕπονται, πάντες ἐλεύθεροι, στωμύλοι τὸ φθέγμα, παλαίστρας ἀποπνέοντες, οἶς καὶ παραδακρῦσαι οὐκ ἀγεννές. οὗτος δὲ πρὸς τῷ μελάγχρους εἶναι καὶ πρόχειλός ἐστι καὶ λεπτὸς ἄγαν τοῖν σκελοῖν, καὶ ἐφθέγγετο ἐπισεσυρμένον τι καὶ συνεχὲς καὶ ἐπίτροχον, Ἑλληνιστὶ μέν, ἐς τὸ πάτριον δὲ τῷ ψόφῳ καὶ τῷ τῆς φωνῆς τόνῳ, ἡ κόμη δὲ καὶ ἐς τοὐπίσω ὁ πλόκαμος συνεσπειραμένος οὐκ ἐλεύθερόν <note xml:lang="mul" n="6.432.1">ἐλεύθερον Solanus: ἐλευθέριον MSS.</note> φησιν αὐτὸν εἶναι.</p></sp></div></div></body></text></TEI>