<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="16"><sp><speaker>ΤΙΜΟΛΑΟΣ</speaker><p> Ἅλις παιδιᾶς, ὦ Λυκῖνε. ὁρᾷς, ὡς ἐρυθριᾶν
Ἀδείμαντον ἐποίησας πολλῷ τῷ γέλωτι ἐπικλύσας
τὸ πλοῖον, ὡς ὑπέραντλον εἶναι καὶ μηκέτι
ἀντέχειν πρὸς τὸ ἐπιρρέον; Καὶ ἐπείπερ ἔτι πολὺ ἡμῖν τὸ λοιπόν ἐστιν πρὸς
τὸ ἄστυ, διελόμενοι τετραχῆ τὴν ὁδὸν κατὰ τοὺς
ἐπιβάλλοντας ἑκάστῳ
<note xml:lang="mul" n="6.448.1">ἑκάστῳ Fritzsche confirmed by Γ ἑκάστω (sic): ἕκαστος other MSS.</note>
 σταδίους αἰτῶμεν ἅπερ
ἂν δοκῇ παρὰ τῶν θεῶν. οὕτω γὰρ ἂν ἡμᾶς ὅ τε
κάματος λάθοι καὶ ἅμα εὐφρανούμεθα ὥσπερ
ἡδίστῳ ὀνείρατι ἑκουσίῳ περιπεσόντες, ἐφ' ὅσον
βουλόμεθα, εὖ ποιήσοντι ἡμᾶς· παρ' αὐτῷ γὰρ
ἑκάστῳ ἔστω
<note xml:lang="mul" n="6.448.2">ἔστω add. Fritzsche.</note>
 τὸ μέτρον τῆς εὐχῆς, καὶ οἱ θεοὶ
πάντα ὑποκείσθωσαν παρέξοντες, εἰ καὶ τῇ φύσει
ἀπίθανα ἔσται. τὸ δὲ μέγιστον, ἐπίδειξις ἔσται
τὸ πρᾶγμα ὅστις ἂν ἄριστα χρήσαιτο τῷ πλούτῳ
καὶ τῇ εὐχῇ, δηλώσει γὰρ οἷος ἂν καὶ πλουτήσας
ἐγένετο.</p></sp><pb n="v.6.p.450"/></div></div></body></text></TEI>