<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc3" n="11"><sp rend="merge"><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>ἢν μὴ τοῦ ἱματίου λαβόμενοι σε
ἐπιστρέψωμεν, ὦ Ἀδείμαντε, οὐχ ὑπακούσει <note xml:lang="mul" n="6.440.2">ὑπακούσει Jacobitz: ὑπακούσεις MSS.</note> ἡμῖν βοῶσιν, ἀλλὰ καὶ φροντίζοντι ἔοικας ἐπὶ συννοίας τινὸς οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα, ὡς δοκεῖς, ἀνακυκλῶν.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά με κενή τις ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ ἀποβλέποντα.</p></sp><pb n="v.6.p.442"/><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Τίς αὕτη; μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς ἐστι τῶν πάνυ ἀπορρήτων. καίτοι ἐτελέσθημεν, ὡς οἶσθα, καὶ σιγᾶν <note xml:lang="mul" n="6.442.1">σιγᾶν Solanus: σέ γ' ἂν MSS.</note> μεμαθήκαμεν.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Ἀλλ' αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς. οὕτω γὰρ μειρακιῶδες ὑμῖν δόξει τὸ φρόντισμα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Μῶν ἐρωτικόν τί ἐστιν; οὐδὲ γὰρ οὐδὲ τοῦτο ἀμυήτοις ἡμῖν ἐξαγορεύσεις, ἀλλὰ ὑπὸ λαμπρᾷ τῇ δᾳδὶ καὶ αὐτοῖς τετελεσμένοις.</p></sp><sp><speaker>ΑΔΕΙΜΑΝΤΟΣ</speaker><p>Οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλά τινα πλοῦτον
 ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν οἱ πολλοὶ <note xml:lang="mul" n="6.442.2">πολλοὶ ΓΝΦ: παλαιοὶ other MSS.</note> καλοῦσιν, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας καὶ τρυφῆς ἐπέστητε.</p></sp></div></div></body></text></TEI>