ἢν μὴ τοῦ ἱματίου λαβόμενοι σε ἐπιστρέψωμεν, ὦ Ἀδείμαντε, οὐχ ὑπακούσει ὑπακούσει Jacobitz: ὑπακούσεις MSS. ἡμῖν βοῶσιν, ἀλλὰ καὶ φροντίζοντι ἔοικας ἐπὶ συννοίας τινὸς οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα, ὡς δοκεῖς, ἀνακυκλῶν. ΑΔΕΙΜΑΝΤΟΣ Οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά με κενή τις ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ ἀποβλέποντα. ΛΥΚΙΝΟΣ Τίς αὕτη; μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς ἐστι τῶν πάνυ ἀπορρήτων. καίτοι ἐτελέσθημεν, ὡς οἶσθα, καὶ σιγᾶν σιγᾶν Solanus: σέ γ' ἂν MSS. μεμαθήκαμεν. ΑΔΕΙΜΑΝΤΟΣ Ἀλλ' αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς. οὕτω γὰρ μειρακιῶδες ὑμῖν δόξει τὸ φρόντισμα. ΛΥΚΙΝΟΣ Μῶν ἐρωτικόν τί ἐστιν; οὐδὲ γὰρ οὐδὲ τοῦτο ἀμυήτοις ἡμῖν ἐξαγορεύσεις, ἀλλὰ ὑπὸ λαμπρᾷ τῇ δᾳδὶ καὶ αὐτοῖς τετελεσμένοις. ΑΔΕΙΜΑΝΤΟΣ Οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλά τινα πλοῦτον ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν οἱ πολλοὶ πολλοὶ ΓΝΦ: παλαιοὶ other MSS. καλοῦσιν, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας καὶ τρυφῆς ἐπέστητε. ΛΥΚΙΝΟΣ Οὐκοῦν τὸ προχειρότατον τοῦτο, κοινὸς Ἑρμᾶς φασι, καὶ ἐς μέσον κατατίθει φέρων τὸν πλοῦτον. ἄξιον γὰρ ἀπολαῦσαι τὸ μέρος φίλους ὄντας τῆς Αδειμάντου τρυφῆς. ΑΔΕΙΜΑΝΤΟΣ Ἀπελείφθην μὲν ὑμῶν εὐθὺς ἐν τῇ πρώτῃ ἐς τὴν ναῦν ἐπιβάσει, ἐπεὶ σέ, ὦ Λυκῖνε, κατέστησα ἐς τὸ ἀσφαλές. περιμετροῦντος γάρ μου τῆς ἀγκύρας τὸ πάχος οὐκ οἶδ’ ὅπου ὑμεῖς ἀπέστητε. Ἰδὼν δὲ ὅμως τὰ πάντα ἠρόμην τινὰ τῶν ναυτῶν, ὁπόσην ἀποφέρει ἡ ναῦς τῷ δεσπότῃ ὡς ἐπὶ τὸ πολὺ κατ' ἔτος ἕκαστον τὴν μισθοφορίαν. ὁ δέ μοι, Δώδεκα, ἔφη, Ἀττικὰ τάλαντα, εἰ πρὸς τοὐλάχιστόν τις λογίζοιτο. τοὐντεῦθεν οὖν ἐπανιὼν ἐλογιζόμην, εἴ τις θεῶν τὴν ναῦν ἄφνω ἐμὴν ποιήσειεν εἶναι, οἷον ἄν, ὡς εὐδαίμονα βίον ἐπεβίωσα εὖ ποιῶν τοὺς φίλους καὶ ἐπιπλέων ἐνίοτε μὲν αὐτός, ἐνίοτε δὲ οἰκέτας ἐκπέμπων. εἶτα ἐκ τῶν δώδεκα ἐκείνων ταλάντων οἰκίαν τε ἤδη ᾠκοδομησάμην ἐν ἐπικαίρῳ μικρὸν ὑπὲρ τὴν Ποικίλην, τὴν παρὰ τὸν Ἰλισσὸν ἐκείνην τὴν πατρῴαν ἀφείς, καὶ οἰκέτας ὠνούμην καὶ ἐσθῆτας καὶ ζεύγη καὶ ἵππους. νυνὶ δὲ ἢδη καὶ ἔπλεον ὑφ' ἁπάντων εὐδαιμονιζόμενος τῶν ἐπιβατῶν φοβερὸς τοῖς ναύταις καὶ μονονουχὶ βασιλεὺς νομιζόμενος. ἔτι δέ μοι τὰ κατὰ τὴν ναῦν εὐθετίζοντι καὶ ἐς λιμένα πόρρωθεν ἀποβλέποντι ἐπιστάς, ὦ Λυκῖνε, κατέδυσας τὸν πλοῦτον καὶ ἀνέτρεψας εὖ φερόμενον τὸ σκάφος οὐρίῳ τῆς εὐχῆς πνεύματι. ΛΥΚΙΝΟΣ Οὐκοῦν, ὦ γενναῖε, λαβόμενός μου ἄπαγε πρὸς τὸν στρατηγὸν ὥς τινα πειρατὴν ἢ καταποντιστήν, ὃς τηλικοῦτον ναυάγιον εἴργασμαι, καὶ ταῦτα ἐν γῇ κατὰ τὴν ἐκ Πειραιῶς ἐς τὸ ἄστυ. ἀλλὰ ὅρα ὅπως παραμυθήσομαί σου τὸ πταῖσμα· πέντε γάρ, εἰ βούλει, καλλίω καὶ μείζω τοῦ Αἰγυπτίου πλοίου ἤδη ἔχε, καὶ τὸ μέγιστον οὐδὲ καταδῦναι δυνάμενα, καὶ τάχα σοι πεντάκις ἐξ Αἰγύπτου κατ' ἔτος ἕκαστον σιταγωγείτωσαν σιταγωγίαν, εἰ καί, ὦ ναυκλήρων ἄριστε, δῆλος εἶ ἀφόρητος ἡμῖν τότε γενησόμενος. ὃς γὰρ ἔτι ἑνὸς πλοίου τουτουὶ δεσπότης ὢν παρήκουες βοώντων, εἰ πέντε κτήσαιο πρὸς τούτῳ τριάρμενα πάντα καὶ ἀνώλεθρα, οὐδὲ ὄψει δηλαδὴ τοὺς φίλους. σὺ μὲν οὖν εὐπλόει, ὦ βέλτιστε, ἡμεῖς δὲ ἐν Πειραιεῖ καθεδούμεθα τοὺς So Dindorf: καὶ τοὺς MSS. ἐξ Αἰγύπτου ἢ Ἰταλίας καταπλέοντας ἀνακρίνοντες, εἴ που τὸ μέγα Ἀδειμάντου πλοῖον τὴν Ἶσίν τις εἶδεν. ΑΔΕΙΜΑΝΤΟΣ Ὁρᾷς; διὰ τοῦτο ὤκνουν εἰπεῖν ἃ ἐνενόουν, εἰδὼς ὅτι ἐν γέλωτι καὶ σκώμματι ποιήσεσθέ μου τὴν εὐχήν. ὥστε ἐπιστὰς μικρόν, ἔστ' ἂν ὑμεῖς προχωρήσητε, ἀποπλευσοῦμαι πάλιν ἐπὶ τῆς νεώς. πολὺ γὰρ ἄμεινον τοῖς ναύταις προσλαλεῖν ἢ ὑφ' ὑμῶν καταγελᾶσθαι. ΛΥΚΙΝΟΣ Μηδαμῶς, ἐπεὶ συνεμβησόμεθά σοι καὶ αὐτοὶ ἐπιστάντες. ἐπιστάντες Guyet: ὑποστάντες MSS. ΑΔΕΙΜΑΝΤΟΣ Ἀλλὰ ὑφαιρήσω τὴν ἀποβάθραν προεισελθών. ΛΥΚΙΝΟΣ Οὐκοῦν ἡμεῖς γε προσνηξόμεθα ὑμῖν. μὴ γὰρ οἴου σοὶ μὲν εἶναι ῥᾴδιον τηλικαῦτα πλοῖα κτᾶσθαι μήτε πριαμένῳ μήτε ναυπηγησαμένῳ, ἡμεῖς δὲ οὐκ αἰτήσομεν παρὰ τῶν θεῶν ἐπὶ πολλοὺς σταδίους ἀκμῆτες δύνασθαι νεῖν; καίτοι πρῴην πρῴην Jacobs and Lobeck: πρῶτον MSS. καὶ ἐς Αἴγιναν ἐπὶ τὴν τῆς Ἐνοδίας τελετὴν, οἶσθα, ἐν ἡλίκῳ σκαφιδίῳ πάντες ἅμα οἱ φίλοι τεττάρων ἕκαστος ὀβολῶν διεπλεύσαμεν, καὶ οὐδὲν ἐδυσχέραινες ἡμᾶς συμπλέοντας, νῦν δὲ ἀγανακτεῖς, εἰ συνεμβησόμεθά σοι, καὶ τὴν ἀποβάθραν προεισελθὼν ἀφαιρεῖς; ὑπερμαζᾷς γάρ, ὦ Ἀδείμαντε, καὶ ἐς τὸν κόλπον οὐ πτύεις, οὐδὲ οἶσθα ὅστις ὢν ναυκληρεῖς. οὕτως ἐπῆρέ σε ἡ οἰκία ἐν καλῷ τῆς πόλεως οἰκοδομηθεῖσα καὶ τῶν ἀκολούθων τὸ πλῆθος. ἀλλ’ ὦγαθέ, πρὸς τῆς Ἴσιδος κἂν τὰ Νειλῷα ταῦτα ταρίχη τὰ λεπτὰ μέμνησο ἡμῖν ἄγειν ἀπ' Αἰγύπτου ἢ μύρον ἀπὸ τοῦ Κανώπου ἢ ἶβιν ἐκ Μέμφιδος, εἰ δὲ ἡ ναῦς ἐδύνατο, καὶ τῶν πυραμίδων μίαν.