ΛΥΚΙΝΟΣ ἀλλὰ τί τοῦτο; οὐκ Ἀδείμαντος ἐκεῖνός ἐστι; ΤΙΜΟΛΑΟΣ Πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός. ἐμβοήσωμεν οὖν. Ἀδείμαντες, σέ φημι τὸν Μυρρινούσιον τὸν Στρομβίχου. ΛΥΚΙΝΟΣ Δυεῖν θάτερον, ἢ δυσχεραίνει καθ' ἡμῶν ἢ ἐκκεκώφωται. Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς ἐστι. Πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά. ἐπιτείνωμεν δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν αὐτόν.