Σάμιππος οἱ βάρβαροι προσκυνείτωσαν· ὑμῶν κατὰ τὸν Ἑλλήνων νόμον ἄρξω εἷς στρατηγὸς ὀνομαζόμενος. ἐπὶ τούτοις ἄρα ἐννοεῖτε ὅσας μὲν πόλεις ἐπωνύμους ἐπʼ ἐμαυτοῦ οἰκιῶ, ὅσας δὲ καὶ καθαιρήσω ἑλὼν κατὰ κράτος, αἳ ἂν ὑβρίσωσί τι ἐς τὴν ἀρχήν. ἁπάντων δὲ μάλιστα Κυδίαν τὸν πλούσιον μετελεύσομαι, ὃς ὅμορος ἔτι ὤν μοι ἐξέωσε τοῦ ἀγροῦ ἐπιβαίνων κατʼ ὀλίγον ἐς τὸ εἴσω τῶν ὅρων.