<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="35"><sp><speaker>Ἀδείμαντος</speaker><p rend="align(indent)">ἀλλʼ ἐγὼ μέν φημι δεῖν ὑμᾶς τὸ πεζὸν ἀπιέναι τὴν ἐπὶ Κτησιφῶντος, ἡμᾶς δὲ τὸ ἱππικὸν αὐτοῦ μένειν τὴν Βαβυλῶνα διαφυλάξοντας. </p></sp><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)"> Ἀποδειλιᾷς καὶ σύ, ὦ Ἀδείμαντε, πλησίον τοῦ κινδύνου γενόμενος; σοὶ δὲ τί δοκεῖ, ὦ Τιμόλαε; </p></sp><sp><speaker>Τιμόλαος</speaker><p rend="align(indent)"> ἁπάσῃ τῇ στρατιᾷ βαδίζειν ἐπὶ τοὺς πολεμίους, μηδὲ περιμένειν ἔστʼ ἂν ἄμεινον παρασκευάσωνται πανταχόθεν τῶν συμμάχων προσγενομένων, ἀλλʼ ἕως ἔτι καθʼ ὁδόν εἰσιν οἱ πολέμιοι, ἐπιχειρῶμεν αὐτοῖς. </p></sp><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)"> εὖ λέγεις. σὺ δὲ τί, ὦ Λυκῖνε, δοκιμάζεις; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἐγώ σοι φράσω· ἐπειδὴ κεκμήκαμεν συντόνως ὁδεύοντες, ὁπότε κατῄειμεν ἕωθεν ἐς τὸν Πειραιᾶ, καὶ νῦν ἤδη τριάκοντά που σταδίους προκεχωρήκαμεν καὶ ὁ ἥλιος πολύς, κατὰ μεσημβρίαν γὰρ ἤδη μάλιστα, ἐνταῦθά που ἐπὶ τὰς ἐλαίας ἐπὶ τῆς ἀνατετραμμένης στήλης καθίσαντας ἀναπαύσασθαι, εἶτα οὕτως ἀναστάντας ἀνύειν τὸ λοιπὸν ἐς τὸ ἄστυ. </p></sp><sp><speaker>Σάμιππος</speaker><p rend="align(indent)"> ἔτι γὰρ Ἀθήνησιν, ὦ μακάριε, εἶναι δοκεῖς, ὃς ἀμφὶ Βαβυλῶνα ἐν τῷ πεδίῳ πρὸ τῶν τειχῶν ἐν τοσούτοις στρατιώταις κάθησαι περὶ τοῦ πολέμου διασκοπούμενος; </p></sp><pb n="p.229"/><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> εὖ γε ὑπέμνησας. ἐγὼ δὲ νήφειν ᾤμην καὶ οὐ παραποφανεῖσθαι τὴν γνώμην. </p></sp></div></div></body></text></TEI>