<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg065.perseus-grc2" n="32"><sp rend="merge"><speaker>Σάμιππος</speaker><p>προΐωμεν δὲ ἤδη <milestone unit="Reitz_page" n="269"/> τὴν ἐπὶ Κορίνθου διὰ τῆς ὀρεινῆς ἐπευξάμενοι τῷ βασιλείῳ Διί· κἀπειδὰν τἀν τῇ Ἑλλάδι πάντα ἤδη χειρωσώμεθα <pb n="p.227"/> — οὐδεὶς γὰρ ὁ ἐναντιωθησόμενος ἡμῖν τα ὅπλα τοσούτοις οὖσιν, ἀλλʼ ἀκονιτὶ κρατοῦμεν — ἐπιβάντες επὶ τὰς τριήρεις καὶ τοὺς ἵππους ἐς τὰς ἱππαγωγοὺς ἐμβιβάσαντες — παρεσκεύασται δʼ ἐν Κεγχρεαῖς καὶ σῖτος ἱκανὸς καὶ τὰ πλοῖα διαρκῆ καὶ τὰ ἄλλα πάντα — διαβάλλωμεν τὸν Αἰγαῖον εἰς τὴν Ἰωνίαν, εἶτα ἐκεῖ τῇ Ἀρτέμιδι θύσαντες καὶ τὰς πόλεις ἀτειχίστους λαβόντες ῥᾳδίως ἄρχοντας ἀπολιπόντες προχωρῶμεν ἐπὶ Συρίας διὰ Καρίας, εἶτα Λυκίας καὶ Παμφυλίας καὶ Πισιδῶν καὶ τῆς παραλίου καὶ ὀρεινῆς Κιλικίας, ἄχρι ἂν ἐπὶ τὸν Εὐφράτην ἀφικώμεθα. </p></sp></div></div></body></text></TEI>