Λυκῖνος εἶτα πῶς ὁ οἰνοχόος ὀρέξει πλῆρες οὕτω βαρὺ ἔκπωμα; ἢ σὺ δέξῃ παρʼ αὐτοῦ ἀμογητὶ οὐ σκύφον, ἀλλὰ Σισύφειόν τι βάρος ἀναδιδόντος; Ἀδείμαντος ἄνθρωπε, μή μʼ ἀνάλυε τὴν εὐχήν. ἐγὼ δὲ καὶ τραπέζας ὅλας χρυσᾶς ποιήσομαι καὶ τὰς κλίνας χρυσᾶς, εἰ δὲ μὴ σιωπήσῃ, καὶ τοὺς διακόνους αὐτούς. Λυκῖνος ὅρα μόνον μὴ ὥσπερ τῷ Μίδᾳ καὶ ὁ ἄρτος σοι καὶ τὸ ποτὸν χρυσὸς γένηται καὶ πλουτῶν ἄθλιος ἀπόλῃ λιμῷ διαφθαρεὶς πολυτελεῖ. Ἀδείμαντος τὰ σὰ ῥυθμιεῖς πιθανώτερον, ὦ Λυκῖνε, μετʼ ὀλίγον, ἐπειδὰν αὐτὸς αἰτῇς.