Λυκῖνος ἢν μὴ τοῦ ἱματίου σε λαβόμενοι ἐπιστρέψωμεν, ὦ Ἀδείμαντε, οὐχ ὑπακούσει ἡμῖν βοῶσιν, ἀλλὰ καὶ φροντίζοντι ἔοικας ἐπὶ συννοίας τινὸς οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα, ὡς δοκεῖς, ἀνακυκλῶν. Ἀδείμαντος οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά με κενή τις ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ ἀποβλέποντα. Λυκῖνος τίς αὕτη; μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς ἐστι τῶν πάνυ ἀπορρήτων. καίτοι ἐτελέσθημεν, ὡς οἶσθα, καὶ στέγειν μεμαθήκαμεν. Ἀδείμαντος ἀλλʼ αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς· οὕτω γὰρ μειρακιῶδες ὑμῖν δόξει τὸ φρόντισμα. Λυκῖνος μῶν ἐρωτικόν ἐστιν; οὐδὲ γὰρ οὐδὲ τοῦτο ἀμυήτοις ἡμῖν ἐξαγορεύσεις, ἀλλὰ ὑπὸ λαμπρᾷ τῇ δαδὶ καὶ αὐτοῖς τετελεσμένοις. Ἀδείμαντος οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλα τινα πλοῦτον ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν οἱ παλαιοὶ καλοῦσι, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας καὶ τρυφῆς ἐπέστητε. Λυκῖνος οὐκοῦν τὸ προχειρότατον τοῦτο, κοινὸς Ἑρμᾶς φασι, καὶ ἐς μέσον κατατίθει φέρων τὸν πλοῦτον· ἄξιον γὰρ ἀπολαῦσαι τὸ μέρος φίλους ὄντας τῆς Ἀδειμάντου τρυφῆς. Ἀδείμαντος ἀπελείφθην μὲν ὑμῶν εὐθὺς ἐν τῇ πρώτῃ ἐς τὴν ναῦν ἐπιβάσει, ἐπεὶ σέ, ὦ Λυκῖνε, κατέστησα ἐς τὸ ἀσφαλές· περιμετροῦντος γάρ μου τῆς ἀγκύρας τὰ πάχος οὐκ οἶδα ὅπου ὑμεῖς ἀπέστητε. Ἀδείμαντος ἰδὼν δὲ ὅμως τὰ πάντα ἠρόμην τινὰ τῶν ναυτῶν, ὁπόσην ἀποφέρει ἡ ναῦς τῷ δεσπότῃ ὡς ἐπὶ τὸ πολὺ κατʼ ἔτος ἕκαστον τὴν μισθοφορίαν. ὁ δέ μοι, Δώδεκα, ἔφη, Ἀττικὰ τάλαντα, εἰ πρὸς τοὐλάχιστόν τις λογίζοιτο. τοὐντεῦθεν οὖν ἐπανιὼν ἐλογιζόμην, εἴ τις θεῶν τὴν ναῦν ἄφνω ἐμὴν ποιήσειεν εἶναι, οἷον ἄν, ὡς εὐδαίμονα βίον ἐπεβίωσα εὖ ποιῶν τοὺς φίλους καὶ ἐπιπλέων ἐνίοτε μὲν αὐτός, ἐνίοτε δὲ οἰκέτας ἐκπέμπων· εἶτα ἐκ τῶν δώδεκα ἐκείνων ταλάντων οἰκίαν τε ἤδη ᾠκοδομησάμην ἐν ἐπικαίρῳ μικρὸν ὑπὲρ τὴν Ποικίλην, τὴν παρὰ τὸν Ἰλισσὸν ἐκείνην τὴν πατρῴαν ἀφείς, καὶ οἰκέτας ὠνούμην καὶ ἐσθῆτας καὶ ζεύγη καὶ ἵππους· νυνὶ δὲ καὶ ἔπλεον ὑφʼ ἁπάντων εὐδαιμονιζόμενος τῶν ἐπιβατῶν φοβερὸς τοῖς ναύταις καὶ μονονουχὶ βασιλεὺς νομιζόμενος. ἔτι δέ μοι τὰ κατὰ τὴν ναῦν εὐθετίζοντι καὶ ἐς λιμένα πόρρωθεν ἀποβλέποντι ἐπιστάς, ὦ Λυκῖνε, κατέδυσας τὸν πλοῦτον καὶ ἀνέτρεψας εὖ φερόμενον τὸ σκάφος οὐρίῳ τῆς εὐχῆς πνεύματι. Λυκῖνος οὐκοῦν, ὦ γενναῖε, λαβόμενός μου ἄπαγε πρὸς τὸν στρατηγὸν ὥς τινα πειρατὴν ἢ καταποντιστήν, ὃς τηλικοῦτον ναυάγιον εἴργασμαι, καὶ ταῦτα ἐν γῇ κατὰ τὴν ἐκ Πειραιῶς ἐς τὸ ἄστυ. ἀλλὰ ὅρα ὅπως παραμυθήσομαί σου τὸ πταῖσμα· πέντε γάρ, εἰ βούλει, καλλίω καὶ μείζω τοῦ Αἰγυπτίου πλοίου ἤδη ἔχε, καὶ τὸ μέγιστον οὐδὲ καταδῦναι δυνάμενα, καὶ τάχα σοι πεντάκις ἐξ Αἰγύπτου κατʼ ἔτος ἕκαστον σιταγωγείτωσαν σιταγωγίαν, εἰ καί, ὦ ναυκλήρων ἄριστε, δῆλος εἶ ἀφόρητος ἡμῖν τότε γενησόμενος· ὃς γὰρ ἔτι ἑνὸς πλοίου τουτουὶ δεσπότης ὢν παρήκουες βοώντων, εἰ πέντε κτήσαιο πρὸς τούτῳ τριάρμενα πάντα καὶ ἀνώλεθρα, οὐδὲ ὄψει δηλαδὴ τοὺς φίλους. σὺ μὲν οὖν εὐπλόει, ὦ βέλτιστε, ἡμεῖς δὲ ἐν Πειραιεῖ καθεδούμεθα τοὺς ἐξ Αἰγύπτου ἢ Ἰταλίας καταπλέοντας ἀνακρίνοντες, εἴ που τὸ μέγα Ἀδειμάντου πλοῖον τὴν Ἶσίν τις εἶδεν. Ἀδείμαντος ὁρᾷς; διὰ τοῦτο ὤκνουν εἰπεῖν ἃ ἐνενόουν, εἰδὼς ὅτι ἐν γέλωτι καὶ σκώμματι ποιήσεσθέ μου τὴν εὐχήν. ὥστε ἐπιστὰς μικρόν, ἔστʼ ἂν ὑμεῖς προχωρήσητε, ἀποπλευσοῦμαι πάλιν ἐπὶ τῆς νεώς· πολὺ γὰρ ἄμεινον τοῖς ναύταις προσλαλεῖν ἢ ὑφʼ ὑμῶν καταγελᾶσθαι. Λυκῖνος μηδαμῶς, ἐπεὶ συνεμβησόμεθά σοι καὶ αὐτοὶ ὑποστάντες. Ἀδείμαντος ἀλλὰ ὑφαιρήσω τὴν ἀποβάθραν προεισελθών. Λυκῖνος οὐκοῦν ἡμεῖς γε προσνηξόμεθα ὑμῖν· μὴ γὰρ οἴου σοὶ μὲν εἶναι ῥᾴδιον τηλικαῦτα πλοῖα κτᾶσθαι μήτε πριαμένῳ μήτε ναυπηγησαμένῳ, ἡμεῖς δὲ οὐκ αἰτήσομεν παρὰ τῶν θεῶν ἐπὶ πολλοὺς σταδίους ἀκμῆτες δύνασθαι νεῖν; καίτοι πρῴην καὶ ἐς Αἴγιναν ἐπὶ τὴν τῆς Ἐνοδίας τελετὴν οἶσθα ἐν ἡλίκῳ σκαφιδίῳ πάντες ἅμα οἱ φίλοι τεττάρων ἕκαστος ὀβολῶν διεπλεύσαμεν, καὶ οὐδὲν ἐδυσχέραινες ἡμᾶς συμπλέοντας, νῦν δὲ ἀγανακτεῖς, εἰ συνεμβησόμεθά σοι, καὶ τὴν ἀποβάθραν προεισελθὼν ἀφαιρεῖς; ὑπερμαζᾷς γάρ, ὦ Ἀδείμαντε, καὶ ἐς τὸν κόλπον οὐ πτύεις, οὐδὲ οἶσθα ὅστις ὢν ναυκληρεῖς. οὕτως ἐπῆρέ σε καὶ ἡ οἰκία ἐν καλῷ τῆς πόλεως οἰκοδομηθεῖσα καὶ τῶν ἀκολούθων τὸ πλῆθος. ἀλλʼ ὦγαθέ, πρὸς τῆς Ἴσιδος κἂν τὰ Νειλῶα ταῦτα ταρίχη τὰ λεπτὰ μέμνησο ἡμῖν ἄγειν ἀπʼ Αἰγύπτου ἢ μύρον ἀπὸ τοῦ Κανώπου ἢ ἶβιν ἐκ Μέμφιδος, εἰ δὲ ἡ ναῦς ἐδύνατο, καὶ τῶν πυραμίδων μίαν.