Λυκῖνος ἀλλὰ τί τοῦτο; οὐκ Ἀδείμαντος ἐκεῖνός ἐστι; Τιμόλαος πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός. ἐμβοήσωμεν οὖν. Ἀδείμαντε, σέ φημι τὸν Μυρρινούσιον τὸν Στρομβίχου. δυεῖν θάτερον, ἢ δυσχεραίνει καθʼ ἡμῶν ἢ ἐκκεκώφωται· Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς ἐστι. Λυκῖνος πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά. ἐπιτείνωμεν δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν αὐτόν.