<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg064.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg064.perseus-grc3" n="6"><p> Οὐ πάνυ γοῦν συνήθη καὶ φίλα ἐξ ἀρχῆς ἦν ὁ
διάλογος καὶ ἡ κωμῳδία, εἴ γε ὁ μὲν οἴκοι καθ'
ἑαυτὸν καὶ νὴ Δία ἐν τοῖς περιπάτοις μετ' ὀλίγων
τὰς διατριβὰς ἐποιεῖτο, ἡ δὲ παραδοῦσα τῷ
Διονύσῳ ἑαυτὴν θεάτρῳ ὡμίλει καὶ ξυνέπαιζε καὶ
ἐγελωτοποίει καὶ ἐπέσκωπτε καὶ ἐν ῥυθμῷ ἔβαινε
πρὸς αὐλὸν ἐνίοτε καὶ τὸ ὅλον ἀναπαίστοις μέτροις
ἐποχουμένη τὰ πολλά. τοὺς δὲ
<note xml:lang="mul" n="6.424.3">δὲ add. Bekker.</note>
 τοῦ διαλόγου
ἑταίρους ἐχλεύαζε φροντιστὰς καὶ μετεωρολέσχας

<pb n="v.6.p.426"/>

καὶ τὰ τοιαῦτα προσαγορεύουσα. καὶ μίαν ταύτην
προαίρεσιν
<note xml:lang="mul" n="6.426.1">So some late MSS.: προέλευσιν βγ.</note>
 ἐπεποίητο ἐκείνους ἐπισκώπτειν καὶ
τὴν Διονυσιακὴν ἐλευθερίαν καταχεῖν αὐτῶν, ἄρτι
μὲν ἀεροβατοῦντας δεικνύουσα καὶ νεφέλαις ξυνόντας,
ἄρτι δὲ ψυλλῶν πηδήματα διαμετροῦντας, ὡς
δῆθεν τὰ ἀέρια λεπτολογουμένους. ὁ διάλογος δὲ
σεμνοτάτας ἐποιεῖτο τὰς συνουσίας φύσεώς τε πέρι
καὶ ἀρετῆς φιλοσοφῶν. ὥστε, τὸ τῶν μουσικῶν
τοῦτο, δὶς διὰ πασῶν εἶναι τὴν ἁρμονίαν, ἀπὸ τοῦ
ὀξυτάτου ἐς τὸ βαρύτατον. καὶ ὅμως ἐτολμήσαμεν
ἡμεῖς τὰ οὕτως ἔχοντα πρὸς ἄλληλα
ξυναγαγεῖν καὶ ξυναρμόσαι οὐ πάνυ πειθόμενα
οὐδὲ εὐμαρῶς ἀνεχόμενα τὴν κοινωνίαν.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg064.perseus-grc3" n="7"><p> Δέδια τοίνυν μὴ αὖθις ὅμοιόν τι τῷ Προμηθεῖ
τῷ σῷ πεποιηκὼς φαίνωμαι τὸ θῆλυ τῷ ἄρρενι
ἐγκαταμίξας καὶ δἰ αὐτὸ δίκην ὑπόσχω. μᾶλλον
δὲ καὶ κατ' ἄλλο τι τοιοῦτος ἂν φανείην,
<note xml:lang="mul" n="6.426.2">So Mras after Bekker, Fritzsche, Reitz: μὴ καὶ ἄλλο τοιοῦτο some MSS.: καὶ  · ἐξαπατῶν (sic) Γ.</note>
 ἐξαπατῶν
ἴσως τοὺς ἀκούοντας καὶ ὀστᾶ παραθεὶς αὐτοῖς
κεκαλυμμένα τῇ πιμελῇ, γέλωτα κωμικὸν ὑπὸ
σεμνότητι φιλοσόφῳ. τὸ γὰρ τῆς κλεπτικῆς—καὶ
γὰρ κλεπτικῆς ὁ θεός—ἄπαγε. τοῦτο μόνον οὐκ
ἂν εἴποις ἐνεῖναι τοῖς ἡμετέροις. ἢ παρὰ τοῦ γὰρ
ἂν ἐκλέπτομεν; εἰ μὴ ἄρα τις ἐμὲ διέλαθεν τοιούτους
ἱπποκάμπους
<note xml:lang="mul" n="6.426.3">So Solanus: πιτυοκάμπτας MSS.</note>
 καὶ τραγελάφους καὶ αὐτὸς
συντεθεικώς. πλὴν ἀλλὰ τί ἂν πάθοιμι; ἐμμενετέον
γὰρ οἷς ἅπαξ προειλόμην· ἐπεὶ τό γε μεταβουλεύεσθαι
Ἐπιμηθέως ἔργον, οὐ Προμηθέως
ἐστίν.

</p></div></div></body></text></TEI>