<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg064.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg064.perseus-grc3" n="5"><p> Δέδοικα δὲ μὴ καὶ τοὐμὸν κάμηλος ἐν Αἰγυπτίοις
ᾖ, οἱ δὲ ἄνθρωποι τὸν χαλινὸν ἔτι αὐτῆς
θαυμάζωσι
<note xml:lang="mul" n="6.424.2">Marcilius: θαυμάζουσι MSS.</note>
 καὶ τὴν ἁλουργίδα, ἐπεὶ οὐδὲ τὸ ἐκ
δυοῖν τοῖν καλλίστοιν συγκεῖσθαι, διαλόγου καὶ
κωμῳδίας, οὐδὲ τοῦτο ἀπόχρη εἰς εὐμορφίαν, εἰ
μὴ καὶ ἡ μῖξις ἐναρμόνιος καὶ κατὰ τὸ σύμμετρον
γίγνοιτο. ἔστι γοῦν ἐκ δύο καλῶν ἀλλόκοτον τὴν
ξυνθήκην εἶναι, οἷον ἐκεῖνο τὸ προχειρότατον, ὁ
ἱπποκένταυρος· οὐ γὰρ ἂν φαίης ἐπέραστόν τι
ζῷον τουτὶ γενέσθαι, ἀλλὰ καὶ ὑβριστότατον, εἰ
χρὴ πιστεύειν τοῖς ζωγράφοις ἐπιδεικνυμένοις τὰς
παροινίας καὶ σφαγὰς αὐτῶν. τί οὖν; οὐχὶ καὶ
ἔμπαλιν γένοιτ' ἂν εὔμορφόν τι ἐκ δυοῖν τοῖν
ἀρίστοιν ξυντεθέν, ὥσπερ ἐξ οἴνου καὶ μέλιτος τὸ
ξυναμφότερον ἥδιστον; φημὶ ἔγωγε. οὐ μὴν περί
γε τῶν ἐμῶν ἔχω διατείνεσθαι ὡς τοιούτων
ὄντων, ἀλλὰ δέδια μὴ τὸ ἑκατέρου κάλλος ἡ μῖξις
συνέφθειρεν.
</p></div></div></body></text></TEI>