<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg064.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg064.perseus-grc3" n="4"><p> Πτολεμαῖος γοῦν
<note xml:lang="mul" n="6.422.4">So Seager: οὖν MSS.</note>
 ὁ Λάγου δύο καινὰ ἐς
Αἴγυπτον ἄγων, κάμηλόν τε Βακτριανὴν παμμέλαιναν
καὶ δίχρωμον ἄνθρωπον, ὡς τὸ μὲν
ἡμίτομον αὐτοῦ ἀκριβῶς μέλαν εἶναι, τὸ δὲ ἕτερον
ἐς ὑπερβολὴν λευκόν, ἐπ' ἴσης δὲ μεμερισμένον,
ἐς τὸ θέατρον συναγαγὼν τοὺς Αἰγυπτίους ἐπεδείκνυτο
αὐτοῖς ἄλλα τε πολλὰ θεάματα καὶ τὸ
τελευταῖον καὶ ταῦτα, τὴν κάμηλον καὶ τὸν
ἡμίλευκον ἄνθρωπον, καὶ ᾤετο ἐκπλήξειν τῷ
θεάματι. οἱ δὲ πρὸς μὲν τὴν κάμηλον ἐφοβήθησαν
καὶ ὀλίγου δεῖν ἔφυγον ἀναθορόντες, καίτοι χρυσῷ
πᾶσα ἐκεκόσμητο καὶ ἁλουργίδι ἐπέστρωτο καὶ ὁ
χαλινὸς ἦν λιθοκόλλητος, Δαρείου τινὸς ἢ Καμβύσου
ἢ Κύρου αὐτοῦ κειμήλιον. πρὸς δὲ τὸν
ἄνθρωπον οἱ μεν πολλοὶ ἐγέλων, οἱ δέ τινες ὡς
ἐπὶ τέρατι ἐμυσάττοντο. ὥστε ὁ Πτολεμαῖος
συνεὶς ὅτι οὐκ εὐδοκιμεῖ ἐπ' αὐτοῖς οὐδὲ θαυμάζεται
ὑπὸ τῶν Αἰγυπτίων ἡ καινότης, ἀλλὰ πρὸ αὐτῆς


<pb n="v.6.p.424"/>

τὸ εὔρυθμον καὶ τὸ εὔμορφον κρίνουσι, μετέστησεν
αὐτὰ καὶ
<note xml:lang="mul" n="6.424.1">After καὶ MSS. have τὸν ἄνθρωπον: secl. Lehmann.</note>
 οὐκέτι διὰ τιμῆς ἦγεν ὡς πρὸ τοῦ.
ἀλλ’ ἡ μὲν κάμηλος ἀπέθανεν ἀμελουμένη, τὸν
ἄνθρωπον δὲ τὸν διττὸν Θέσπιδι τῷ αὐλητῇ
ἐδωρήσατο καλῶς αὐλήσαντι παρὰ τὸν πότον.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg064.perseus-grc3" n="5"><p> Δέδοικα δὲ μὴ καὶ τοὐμὸν κάμηλος ἐν Αἰγυπτίοις
ᾖ, οἱ δὲ ἄνθρωποι τὸν χαλινὸν ἔτι αὐτῆς
θαυμάζωσι
<note xml:lang="mul" n="6.424.2">Marcilius: θαυμάζουσι MSS.</note>
 καὶ τὴν ἁλουργίδα, ἐπεὶ οὐδὲ τὸ ἐκ
δυοῖν τοῖν καλλίστοιν συγκεῖσθαι, διαλόγου καὶ
κωμῳδίας, οὐδὲ τοῦτο ἀπόχρη εἰς εὐμορφίαν, εἰ
μὴ καὶ ἡ μῖξις ἐναρμόνιος καὶ κατὰ τὸ σύμμετρον
γίγνοιτο. ἔστι γοῦν ἐκ δύο καλῶν ἀλλόκοτον τὴν
ξυνθήκην εἶναι, οἷον ἐκεῖνο τὸ προχειρότατον, ὁ
ἱπποκένταυρος· οὐ γὰρ ἂν φαίης ἐπέραστόν τι
ζῷον τουτὶ γενέσθαι, ἀλλὰ καὶ ὑβριστότατον, εἰ
χρὴ πιστεύειν τοῖς ζωγράφοις ἐπιδεικνυμένοις τὰς
παροινίας καὶ σφαγὰς αὐτῶν. τί οὖν; οὐχὶ καὶ
ἔμπαλιν γένοιτ' ἂν εὔμορφόν τι ἐκ δυοῖν τοῖν
ἀρίστοιν ξυντεθέν, ὥσπερ ἐξ οἴνου καὶ μέλιτος τὸ
ξυναμφότερον ἥδιστον; φημὶ ἔγωγε. οὐ μὴν περί
γε τῶν ἐμῶν ἔχω διατείνεσθαι ὡς τοιούτων
ὄντων, ἀλλὰ δέδια μὴ τὸ ἑκατέρου κάλλος ἡ μῖξις
συνέφθειρεν.
</p></div></div></body></text></TEI>