καίτοι, φαίη τις ἂν παραμυθούμενος, οὐ ταῦτα εἴκασέ σε τῷ Προμηθεῖ, ἀλλὰ τὸ καινουργὸν τοῦτο ἐπαινῶν καὶ μὴ πρός τι ἄλλο ἀρχέτυπον μεμιμημένον, ὥσπερ ἐκεῖνος οὐκ ὄντων ἀνθρώπων τέως, ἐννοήσας αὐτοὺς ἀνέπλασε, τοιαῦτα ζῷα μορφώσας καὶ διακοσμήσας, ὡς εὐκίνητά τε εἴη καὶ ὀφθῆναι χαρίεντα· καὶ τὸ μὲν ὅλον ἀρχιτέκτων αὐτὸς ἦν, συνειργάζετο δέ τι καὶ ἡ Ἀθηνᾶ ἐμπνέουσα τὸν πηλὸν καὶ ἔμψυχα ποιοῦσα εἶναι τὰ πλάσματα. ὁ μὲν ταῦτα ἂν εἴποι πρός γε τὸ εὐφημότατον ἐξηγούμενος τὸ εἰρημένον. καὶ ἴσως οὗτος ὁ νοῦς ἦν τῷ λελεγμένῳ. ἐμοὶ δὲ οὐ πάνυ ἱκανόν, εἰ καινοποιεῖν δοκοίην, μηδὲ ἔχοι τις λέγειν ἀρχαιότερόν τι τοῦ πλάσματος, οὗ τοῦτο ἀπόγονόν ἐστιν, ἀλλʼ εἰ μὴ καὶ χάριεν φαίνοιτο, αἰσχυνοίμην ἄν, εὖ ἴσθι, ἐπʼ αὐτῷ καὶ ξυμπατήσας ἂν ἀφανίσαιμι· οὐδʼ ἂν ὠφελήσειεν αὐτό, παρὰ γοῦν ἐμοί, ἡ καινότης, μὴ οὐχὶ συντετρῖφθαι ἄμορφον ὄν. καὶ εἴ γε μὴ οὕτω φρονοίην, ἄξιος ἄν μοι δοκῶ ὑπὸ ἑκκαίδεκα γυπῶν κείρεσθαι, οὐ συνιεὶς ὡς πολὺ ἀμορφότερα τὰ μετὰ τοῦ ξένου ταὐτὸ πεπονθότα.