ἡμεῖς δὲ οἱ ἐς τὰ πλήθη παριόντες καὶ τὰς τοιαύτας τῶν ἀκροάσεων ἐπαγγέλλοντες εἴδωλα ἄττα ἐπιδεικνύμεθα· καὶ τὸ μὲν ὅλον ἐν πηλῷ, καθαπερ ἔφην μικρὸν ἔμπροσθεν, ἡ πλαστικὴ κατὰ ταὐτὰ τοῖς κοροπλάθοις· τὰ δʼ ἄλλα οὔτε κίνησις ὁμοία πρόσεστιν οὔτε ψυχῆς δεῖγμά τι, ἀλλὰ τέρψις ἄλλως καὶ παιδιὰ τὸ πρᾶγμα. ὥστε μοι ἐνθυμεῖσθαι ἔπεισι, μὴ ἄρα οὕτω με Προμηθέα λέγοις εἶναι, ὡς ὁ κωμικὸς τὸν Κλέωνα· φησὶ δέ, οἶσθα, περὶ αὐτοῦ· Κλέων Προμηθεύς ἐστι μετὰ τὰ πράγματα. καὶ αὐτοὶ δὲ Ἀθηναῖοι τοὺς χυτρέας καὶ ἰπνοποιοὺς καὶ πάντας, ὅσοι πηλουργοί, Προμηθέας ἀπεκάλουν ἐπισκώπτοντες ἐς τὸν πηλὸν καὶ τὴν ἐν πυρὶ οἶμαι τῶν σκευῶν ὄπτησιν· καὶ εἴ γε σοι τοῦτο βούλεται εἶναι ὁ Προμηθεύς, πάνυ εὐστόχως ἀποτετόξευται καὶ ἐς τὴν Ἀττικὴν δριμύτητα τῶν σκωμμάτων, ἐπεὶ καὶ εὔθρυπτα ἡμῖν τὰ ἔργα, ὥσπερ ἐκείνοις τὰ χυτρίδια, καὶ μικρόν τις λίθον ἐμβαλὼν συντρίψειεν ἂν πάντα. καίτοι, φαίη τις ἂν παραμυθούμενος, οὐ ταῦτα εἴκασέ σε τῷ Προμηθεῖ, ἀλλὰ τὸ καινουργὸν τοῦτο ἐπαινῶν καὶ μὴ πρός τι ἄλλο ἀρχέτυπον μεμιμημένον, ὥσπερ ἐκεῖνος οὐκ ὄντων ἀνθρώπων τέως, ἐννοήσας αὐτοὺς ἀνέπλασε, τοιαῦτα ζῷα μορφώσας καὶ διακοσμήσας, ὡς εὐκίνητά τε εἴη καὶ ὀφθῆναι χαρίεντα· καὶ τὸ μὲν ὅλον ἀρχιτέκτων αὐτὸς ἦν, συνειργάζετο δέ τι καὶ ἡ Ἀθηνᾶ ἐμπνέουσα τὸν πηλὸν καὶ ἔμψυχα ποιοῦσα εἶναι τὰ πλάσματα. ὁ μὲν ταῦτα ἂν εἴποι πρός γε τὸ εὐφημότατον ἐξηγούμενος τὸ εἰρημένον. καὶ ἴσως οὗτος ὁ νοῦς ἦν τῷ λελεγμένῳ. ἐμοὶ δὲ οὐ πάνυ ἱκανόν, εἰ καινοποιεῖν δοκοίην, μηδὲ ἔχοι τις λέγειν ἀρχαιότερόν τι τοῦ πλάσματος, οὗ τοῦτο ἀπόγονόν ἐστιν, ἀλλʼ εἰ μὴ καὶ χάριεν φαίνοιτο, αἰσχυνοίμην ἄν, εὖ ἴσθι, ἐπʼ αὐτῷ καὶ ξυμπατήσας ἂν ἀφανίσαιμι· οὐδʼ ἂν ὠφελήσειεν αὐτό, παρὰ γοῦν ἐμοί, ἡ καινότης, μὴ οὐχὶ συντετρῖφθαι ἄμορφον ὄν. καὶ εἴ γε μὴ οὕτω φρονοίην, ἄξιος ἄν μοι δοκῶ ὑπὸ ἑκκαίδεκα γυπῶν κείρεσθαι, οὐ συνιεὶς ὡς πολὺ ἀμορφότερα τὰ μετὰ τοῦ ξένου ταὐτὸ πεπονθότα.