<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="76"><sp><p>  Καίτοι πρὸς τῆς Ἀθηνᾶς ἅπαντα μὲν ἃ ἔφην,
ἐάσωμεν αὐτοῦ καταβαλόντες καὶ λήθη τις ἔστω
αὐτῶν ὥσπερ τῶν πρὸ Εὐκλείδου ἄρχοντος
πραχθέντων. ὑποθέμενοι δὲ ταύτην φιλοσοφίαν
ὀρθὴν εἶναι τὴν τῶν Στωϊκῶν, ἄλλην δὲ μηδ’ ἡντιναοῦν,
ἴδωμεν εἰ ἐφικτὴ αὕτη καὶ δυνατή ἐστιν,
ἢ μάτην κάμνουσιν ὁπόσοι ἐφίενται αὐτῆς. τὰς
μὲν γὰρ ὑποσχέσεις ἀκούω θαυμαστάς τινας,
ἡλίκα εὐδαιμονήσουσιν οἱ ἐς τὸ ἀκρότατον ἐλθόντες,
μόνους γὰρ τούτους πάντα συλλαβόντας ἕξειν
τὰ τῷ ὄντι ἀγαθά. τὸ μετὰ ταῦτα δὲ σὺ ἂν
<note xml:lang="mul" n="6.400.1">ἂν add. Jacobitz.</note>



<pb n="v.6.p.402"/>

ἄμεινον εἰδείης, εἴ τινι ἐντετύχηκας τοιούτῳ
Στωϊκῷ τῶν ἄκρων,
<note xml:lang="mul" n="6.402.1">τοιούτῳ Στωϊκῷ τῶν ἄκρων Fritzsche: Στωϊκῷ τοιούτῳ ἐς (or καὶ) τῷ ἄκρῳ (or τὸ ἄκρον) MSS.</note>
 οἵῳ μήτε λυπεῖσθαι μήθ'
ὑφ' ἡδονῆς κατασπᾶσθαι μήτε ὀργίζεσθαι, φθόνου
δὲ κρείττονι καὶ πλούτου καταφρονοῦντι καὶ
συνόλως εὐδαίμονι. ὁποῖον χρὴ τὸν κανόνα εἶναι
καὶ γνώμονα τοῦ κατὰ τὴν ἀρετὴν βίου—ὁ γὰρ
καὶ κατὰ μικρότατον ἐνδέων ἀτελής, κἂν πάντα
πλείω ἔχῃ—εἰ δὲ τοῦτο οὐχί, οὐδέπω εὐδαίμων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="77"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Οὐδένα τοιοῦτον εἶδον.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εὖ γε, ὦ Ἑρμότιμε, ὅτι οὐ ψεύδῃ ἑκών. εἰς τί
δ’ οὖν ἀποβλέπων φιλοσοφεῖς, ὅταν ὁρᾷς μήτε τὸν
διδάσκαλον τὸν σὸν μήτε τὸν ἐκείνου μήτε τὸν πρὸ
αὐτοῦ μηδ’ ἂν εἰς δεκαγονίαν ἀναγάγῃς μηδένα
αὐτῶν σοφὸν ἀκριβῶς καὶ διὰ τοῦτο εὐδαίμονα
γεγενημένον; οὐδὲ γὰρ ἂν ἐκεῖνο ὀρθῶς εἴποις ὡς
ἀπόχρη κἂν πλησίον γένῃ τῆς εὐδαιμονίας, ἐπεὶ
οὐδὲν ὄφελος· ὁμοίως γὰρ ἔξω τοῦ ὀδοῦ ἐστιν καὶ
ἐν τῷ ὑπαίθρῳ ὅ τε παρὰ τὴν θύραν ἔξω ἑστὼς καὶ
ὁ πόρρω· διαλλάττοιεν δ’ ἄν, ὅτι μᾶλλον οὗτος
ἀνιάσεται ὁρῶν ἐγγύθεν οἵων ἐστέρηται. εἶτα ἵνα
πλησίον γένῃ τῆς εὐδαιμονίας (δώσω γὰρ τοῦτό
σοι) τοσαῦτα πονεῖς κατατρύχων σεαυτόν, καὶ
παραδεδράμηκέ σε ὁ βίος ὁ τοσοῦτος ἐν ἀκηδίᾳ
καὶ καμάτῳ καὶ ἀγρυπνίαις κάτω νενευκότα· καὶ
εἰσαῦθις πονήσεις, ὡς φής, ἄλλα εἴκοσιν ἔτη
τοὐλάχιστον, ἵνα ὀγδοηκοντούτης γενόμενος (εἴ
τις ἐγγυητής ἐστί σοι ὅτι βιώσῃ τοσαῦτα) ὅμως


<pb n="v.6.p.404"/>

ᾖς ἐν τοῖς μηδέπω εὐδαιμονοῦσιν—εἰ μὴ μόνος
οἴει τεύξεσθαι τούτου καὶ αἱρήσειν διώκων ὃ πρὸ
σοῦ μάλα πολλοὶ καὶ ἀγαθοὶ καὶ ὠκύτεροι παρὰ
πολὺ διώκοντες οὐ κατέλαβον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="78"><sp><p>  Ἀλλὰ καὶ κατάλαβε, εἰ δοκεῖ, καὶ ἔχε ὅλον
συλλαβών· τὸ μὲν δὴ πρῶτον οὐχ ὁρῶ ὅ τι ποτ'
ἂν εἴη τἀγαθόν, ὡς ἀντάξιον δοκεῖν τῶν πόνων τῶν
τοσούτων. ἔπειτα ἐς πόσον ἔτι τὸν λοιπὸν χρόνον
ἀπολαύσεις αὐτοῦ γέρων ἤδη καὶ παντὸς ἡδέος
ἔξωρος ὢν καὶ τὸν ἕτερον πόδα φασὶν ἐν τῇ σορῷ
ἔχων; εἰ μή τι ἐς ἄλλον, ὦ γενναῖε, βίον προγυμνάζεις
ἑαυτόν, ὡς ἐς ἐκεῖνον ἐλθὼν ἄμεινον
διαγάγοις, εἰδὼς ὅντινα τρόπον χρὴ βιοῦν ὅμοιον
ὡς εἴ τις ἐς τοσοῦτον σκευάζοι τε καὶ εὐτρεπίζοι
ὡς δειπνήσων ἄμεινον ἄχρι ἂν λάθῃ ὑπὸ λιμοῦ
διαφθαρείς.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="79"><sp><p>  Ἀλλὰ μὴν οὐδ’ ἐκεῖνό πω κατανενόηκας οἶμαι
ὡς ἡ μὲν ἀρετὴ ἐν ἔργοις δήπου ἐστίν, οἷον ἐν τῷ
δίκαια πράττειν καὶ σοφὰ καὶ ἀνδρεῖα, ὑμεῖς δὲ
(τὸ δὲ ὑμεῖς ὅταν εἴπω, τοὺς ἄκρους τῶν φιλοσοφούντων
φημί) ἀφέντες ταῦτα ζητεῖν καὶ ποιεῖν
ῥημάτια δύστηνα μελετᾶτε καὶ συλλογισμοὺς καὶ
ἀπορίας καὶ τὸ πλεῖστον τοῦ βίου ἐπὶ τούτοις
διατρίβετε, καὶ ὃς ἂν κρατῇ ἐν αὐτοῖς καλλίνικος
ὑμῖν δοκεῖ. ἀφ' ὧν οἶμαι καὶ τὸν διδάσκαλον
τουτονὶ θαυμάζετε γέροντα ἄνδρα, ὅτι τοὺς
προσομιλοῦντας ἐς ἀπορίαν καθίστησιν καὶ οἶδεν
ὡς χρὴ ἐρέσθαι καὶ σοφίσασθαι καὶ πανουργῆσαι
καὶ ἐς ἄφυκτα ἐμβαλεῖν, καὶ τὸν καρπὸν ἀτεχνῶς
ἀφέντες—οὗτος δὲ ἦν περὶ τὰ ἔργα—περὶ τὸν
φλοιὸν ἀσχολεῖσθε τὰ φύλλα καταχέοντες ἀλλήλων


<pb n="v.6.p.406"/>

ἐν ταῖς ὁμιλίαις. ἢ γὰρ ἄλλα ἐστὶν ἃ πράττετε, ὦ
Ἑρμότιμε, πάντες ἕωθεν εἰς ἑσπέραν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὔκ, ἀλλὰ ταῦτα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἢ οὖν οὐχὶ καὶ ὀρθῶς τις φαίη τὴν σκιὰν ὑμᾶς
θηρεύειν ἐάσαντας τὸ σῶμα ἢ τοῦ ὄφεως τὸ σύφαρ
ἀμελήσαντας τοῦ ὁλκοῦ; μᾶλλον δὲ τὸ ὅμοιον
ποιεῖν ὥσπερ εἴ τις ἐς ὅλμον ὕδωρ ἐκχέας ὑπέρῳ
σιδηρῷ πτίττοι
<note xml:lang="mul" n="6.406.1">πτίττοι . . . πτίττων C, G: πτήττοι . . . πτήττων Γ: πλήττοι . . . πλήττων N.</note>
 πράττειν ἀναγκαῖόν τι καὶ
προὔργου οἰόμενος, οὐκ εἰδὼς ὅτι ἂν ἀποβάλῃ
φασὶ τοὺς ὤμους πτίττων,
<note xml:lang="mul" n="6.406.1">πτίττοι . . . πτίττων C, G: πτήττοι . . . πτήττων Γ: πλήττοι . . . πλήττων N.</note>
 ὕδωρ ὁμοίως τὸ ὕδωρ
μένει;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="80"><sp><p>  Καί μοι δὸς ἐνταῦθα ἤδη ἐρέσθαι σε εἰ ἐθέλοις
ἂν ἔξω τῶν λόγων τὰ ἄλλα ἐοικέναι τῷ διδασκάλῳ,
οὕτω μὲν ὀργίλος, οὕτω δὲ μικρολόγος,
οὕτω δὲ φιλόνεικος ὢν καὶ φιλήδονος νὴ Δί', εἰ
καὶ μὴ τοῖς πολλοῖς δοκεῖ. τί σιγᾷς,
<note xml:lang="mul" n="6.406.2">τί σιγᾷς Graevius: τι σι γε MSS.</note>
 ὦ Ἑρμότιμε;
θέλεις διηγήσομαι ἃ πρῴην ἤκουσα ὑπὲρ
φιλοσοφίας τινὸς λέγοντος ἀνδρὸς πάνυ γεγηρακότος,
ᾧ πάμπολλοι τῶν νέων ἐπὶ σοφίᾳ πλησιάζουσιν;
ἀπαιτῶν γὰρ παρά τινος τῶν μαθητῶν τὸν
μισθὸν ἠγανάκτει, λέγων ὑπερήμερον εἶναι καὶ
ἐκπρόθεσμον τοῦ ὀφλήματος, ὃν ἔδει πρὸ ἑκκαίδεκα
ἡμερῶν ἐκτετικέναι τῇ ἕνῃ καὶ νέᾳ· οὕτω γὰρ
συνθέσθαι.</p></sp></div></div></body></text></TEI>