<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="61"><sp><p>ὅρα τοίνυν μὴ τῷδε μᾶλλον
φιλοσοφία ἔοικεν· ὁ μὲν γὰρ πίθος ἔτι μενέτω σοι
καὶ ὁ κάπηλος, ἐνέστω δὲ μὴ οἶνος, ἀλλὰ πανσπερμία
τις, πυρὸς ὑπεράνω καὶ μετὰ τοῦτον κύαμοι,
εἶτα κριθαὶ καὶ ὑπὸ ταύταις φακοί, εἶτα ἐρέβινθοι
καὶ ἄλλα ποικίλα. πρόσει δὴ σὺ ὠνήσασθαι
ἐθέλων τῶν σπερμάτων, καὶ ὃς ἀφελὼν τοῦ
πυροῦ, οὗπερ ἦν, ἀνέδωκέ σοι δεῖγμα ἐς τὴν χεῖρα,
ὡς ἴδοις, ἆρα οὖν ἔχοις ἂν εἰπεῖν εἰς ἐκεῖνο ἀποβλέπων
εἰ καὶ οἱ ἐρέβινθοι καθαροὶ καὶ οἱ φακοὶ
εὐτακεῖς καὶ οἱ κύαμοι οὐ διάκενοι;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐδαμῶς.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐ τοίνυν οὐδὲ φιλοσοφίαν ἀφ' ἑνὸς ὧν φήσει
τις τοῦ πρώτου, μάθοι ἂν ἅπασαν ὁποία ἐστίν·
οὐ γὰρ ἕν τι ἦν ὥσπερ ὁ οἶνος, ᾧπερ σὺ αὐτὴν
ἀπεικάζεις ἀξιῶν ὁμοίαν εἶναι τῷ γεύματι, τὸ δὲ
ἑτεροῖόν τι ὤφθη οὐ παρέργου τῆς ἐξετάσεως
δεόμενον. οἶνον μὲν γὰρ φαῦλον πρίασθαι ἐν
δυοῖν ὀβολοῖν ὁ κίνδυνος, αὐτὸν δέ τινα ἐν τῷ
συρφετῷ παραπολεῖσθαι, ὡς καὶ αὐτὸς ἐν ἀρχῇ
ἔφησθα, οὐ μικρὸν εἶναι κακόν. ἄλλως τε ὁ μὲν
ὅλον ἀξιῶν ἐκπιεῖν τὸν πίθον, ὡς κοτύλην πρίαιτο,
ζημιώσαι ἂν τὸν κάπηλον οὕτως ἀπίθανα γευόμενος,
φιλοσοφία δὲ οὐδὲν ἂν τοιοῦτο πάθοι, ἀλλὰ


<pb n="v.6.p.374"/>

κἂν ὅτι πάμπολλα πίῃς, οὐδέν τι ἐλάττων ὁ πίθος
γίγνεται οὐδὲ ζημιώσεται ὁ κάπηλος. ἐπιρρεῖ γὰρ
κατὰ τὴν παροιμίαν τὸ πρᾶγμα ἐξαντλούμενον ἐς
τὸ ἔμπαλιν ἢ ὁ τῶν Δαναΐδων πίθος. ἐκεῖνος μὲν
γὰρ τὸ ἐμβαλλόμενον οὐ συνεῖχεν, ἀλλὰ διέρρει
εὐθύς. ἐντεῦθεν δὲ ἢν ἀφέλῃς τι, πλεῖον τὸ λοιπὸν
 γίγνεται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="62"><sp><p> Ἐθέλω δέ σοι καὶ ἄλλο ὅμοιον εἰπεῖν φιλοσοφίας
περὶ γεύματος, καὶ μή με νομίσῃς βλασφημεῖν
περὶ αὐτῆς ἢν εἴπω ὅτι φαρμάκῳ ὀλεθρίῳ ἔοικεν,
οἷον κωνείῳ ἢ ἀκονίτῳ ἢ ἄλλῳ τῶν τοιούτων. οὐδὲ
γὰρ ταῦτα, ἐπείπερ θανατηφόρα ἐστίν, ἀποκτείνειεν
ἄν, εἴ τις ὀλίγον ὅσον ἀκαριαῖον ἀποξύσας αὐτῶν
ἄκρῳ τῷ ὄνυχι ἀπογεύσαιτο· ἀλλὰ ἢν μὴ τοσοῦτον
ὅσον χρή, καὶ ὅπως καὶ ξὺν οἷς, οὐκ ἂν ἀποθάνοι
ὁ προσενεγκάμενος· σὺ δὲ ἠξίους τοὐλάχιστον
ἐξαρεκεῖν, ὡς ἀποτελέσαι τὴν τοῦ ὅλου γνῶσιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="63"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ἔστω ταῦτα ὡς βούλει, Λυκῖνε. τί οὖν;
ἑκατὸν χρὴ ἔτη βιῶναι καὶ τοσαῦτα ὑπομεῖναι
πράγματα; ἢ οὐκ ἂν ἄλλως φιλοσοφήσαιμεν;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐ γάρ, ὦ Ἑρμότιμε· καὶ δεινὸν οὐδέν, εἴ γε
ἀληθῆ ἔλεγες ἐν ἀρχῇ, ὡς ὁ μὲν βίος βραχύς, ἡ
δὲ τέχνη μακρή. νῦν δὲ οὐκ οἶδ’ ὅ τι παθὼν
ἀγανακτεῖς, εἰ μὴ αὐθημερὸν ἡμῖν πρὶν δῦναι ἥλιον
Χρύσιππος ἢ Πλάτων ἢ Πυθαγόρας γένοιο.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Περιέρχῃ με, ὦ Λυκῖνε, καὶ συνελαύνεις ἐς
στενὸν οὐδὲν ὑπ' ἐμοῦ δεινὸν παθών, ὑπὸ φθόνου


<pb n="v.6.p.376"/>

δηλαδή, ὅτι ἐγὼ μὲν προὔκοπτον ἐν τοῖς μαθήμασι,
σὺ δὲ ὠλιγώρησας ἑαυτοῦ τηλικοῦτος ὤν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οἶσθ' οὖν ὃ δράσεις; ἐμοὶ μὲν ὥσπερ κορυβαντιῶντι
μὴ πρόσεχε τὸν νοῦν, ἀλλ’ ἔα ληρεῖν,
σὺ δὲ ὡς ἔχεις προχώρει ἐς τὸ πρόσθε τῆς ὁδοῦ
καὶ πέραινε κατὰ τὰ ἐξ ἀρχῆς σοι δεδογμένα
περὶ τούτων.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀλλ' οὐκ ἐᾷς σὺ βίαιος ὢν αἱρεῖσθαί τι, ἢν μὴ
πειραθῶ ἁπάντων.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς οὐκ ἄν ποτε ἄλλο
εἴποιμι. βίαιον δὲ λέγων ἐμὲ ἀναίτιον δοκεῖς μοι
κατὰ τὸν ποιητὴν αἰτιάασθαι,
<note xml:lang="mul" n="6.376.1">αἰτιάασθαι Jacobitz: αἰτιᾶσθαι MSS.</note>
 αὐτόν, ἔστ' ἂν
μὴ ἕτερός σοι λόγος συμμαχήσας ἀφέληται τῆς
βίας, ἤδη ἀγόμενον· ἰδού γέ τοι καὶ τάδε πολλῷ
βιαιότερα φαίη ἄν σοι ὁ λόγος· σὺ δὲ ἐκεῖνον
παρεὶς ἐμὲ ἴσως αἰτιάσῃ.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τὰ ποῖα; θαυμάζω γάρ, εἴ τι ἄρρητον καταλέλειπται
αὐτῷ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="64"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οὐχ ἱκανὸν εἶναί φησι τὸ πάντα ἰδεῖν καὶ
διεξελθεῖν δι’ αὐτῶν, ὡς ἔχειν ἤδη ἑλέσθαι τὸ
βέλτιστον, ἀλλ’ ἔτι τοῦ μεγίστου ἐνδεῖν.</p></sp><pb n="v.6.p.378"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τίνος τούτου;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Κριτικῆς τινος, ὦ θαυμάσιε, καὶ ἐξεταστικῆς
παρασκευῆς καὶ νοῦ ὀξέος καὶ διανοίας ἀκριβοῦς
καὶ ἀδεκάστου, οἵαν χρὴ εἶναι τὴν περὶ τῶν
τηλικούτων δικάσουσαν, ἢ μάτην ἂν ἅπαντα
ἑωραμένα εἴη. ἀποδοτέον οὖν φησι καὶ τῷ
τοιούτῳ χρόνον οὐκ ὀλίγον καὶ προθέμενον ἅπαντα
εἰς μέσον αἱρεῖσθαι διαμέλλοντα καὶ βραδύνοντα
καὶ πολλάκις ἐπισκοποῦντα, μήτε ἡλικίαν τοῦ
λέγοντος ἑκάστου μήτε σχῆμα ἢ δόξαν ἐπὶ σοφίᾳ
αἰδούμενον, ἀλλὰ κατὰ τοὺς Ἀρεοπαγίτας αὐτὸ
ποιοῦντα, οἳ ἐν νυκτὶ καὶ σκότῳ δικάζουσιν, ὡς
μὴ ἐς τοὺς λέγοντας, ἀλλ’ ἐς τὰ λεγόμενα ἀποβλέποιεν.
καὶ τότ' ἤδη ἐξέσται σοι βεβαίως ἑλομένῳ
φιλοσοφεῖν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Μετὰ τὸν βίον φής· ἐκ γὰρ τούτων οὐδενὸς
ἀνθρώπων βίος ἐξαρκέσειεν ἂν ὡς ἐπὶ πάντα
ἐλθεῖν καὶ ἕκαστον ἀκριβῶς ἐπιδεῖν καὶ ἐπιδόντα
κρῖναι καὶ κρίναντα ἑλέσθαι καὶ ἑλόμενον φιλοσοφῆσαι,
μόνως γὰρ ἂν
<note xml:lang="mul" n="6.378.1">ἂν L. A. Post: δὴ MSS.</note>
 οὕτως εὑρεθῆναι φὴς τἀληθές,
ἄλλως δὲ οὔ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="65"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ὀκνῶ γάρ σοι εἰπεῖν, ὦ Ἑρμότιμε, ὅτι οὐδὲ
τοῦτό πω ἱκανόν, ἀλλ’ ἔτι μοι δοκοῦμεν λεληθέναι
ἡμᾶς αὐτοὺς οἰόμενοι μέν τι εὑρηκέναι βέβαιον,
εὑρόντες δὲ οὐδέν, ὥσπερ οἱ ἁλιεύοντες πολλάκις
καθέντες τὰ δίκτυα καὶ βάρους τινὸς αἰσθόμενοι



<pb n="v.6.p.380"/>

ἀνέλκουσιν ἰχθῦς παμπόλλους γε περιβεβληκέναι
ἐλπίζοντες, εἶτα ἐπειδὰν κάμωσιν ἀνασπῶντες, ἢ
λίθος τις ἀναφαίνεται αὐτοῖς ἢ κεράμιον ψάμμῳ
σεσαγμένον. σκόπει μὴ καὶ ἡμεῖς τι τοιοῦτον
ἀνεσπάκαμεν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐ μανθάνω τί σοι τὰ δίκτυα ταῦτα βούλεται·
ἀτεχνῶς γὰρ με περιβάλλεις αὐτοῖς.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν πειρῶ διεκδῦναι· σὺν θεῷ γὰρ οἶσθα
νεῖν, εἰ καί τις ἄλλος· ἐγὼ γὰρ κἂν ἐφ' ἅπαντας
ἔλθωμεν πειρώμενοι καὶ τοῦτο ἐργασώμεθά ποτε,
οὐδέπω οὐδὲ τοῦτο δῆλον ἔσεσθαι νομίζω, εἴ τις
ἐξ αὐτῶν ἔχει τὸ ζητούμενον ἢ πάντες ὁμοίως
ἀγνοοῦσιν.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Τί φής; οὐδὲ τούτων τις πάντως ἔχει;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἄδηλον. ἤ σοι ἀδύνατον δοκεῖ ἅπαντας ψεύδεσθαι,
τὸ δ’ ἀληθὲς ἄλλο τι εἶναι πρὸς μηδενὸς
αὐτῶν πω εὑρημένον;</p></sp></div></div></body></text></TEI>