<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="56"><sp><p>  Ὃ δὲ φής, ὅτι τὰ κεφάλαια ῥᾴδιον ἀκοῦσαι
ἁπάσης φιλοσοφίας ἐν ὀλίγῳ μορίῳ ἡμέρας (οἷον
ἀρχὰς αὐτῶν καὶ τέλη καὶ τί θεοὺς οἴονται εἶναι,
τί ψυχήν, καὶ τίνες μὲν σώματα πάντα φασί, τίνες
δὲ καὶ ἀσώματα εἶναι ἀξιοῦσι, καὶ ὅτι οἱ μὲν
ἡδονήν, οἱ δὲ τὸ καλὸν ἀγαθὸν καὶ εὔδαιμον
τίθενται καὶ τὰ τοιαῦτα) οὑτωσὶ μὲν ἀκούσαντας
ἀποφήνασθαι ῥᾴδιον καὶ ἔργον οὐδέν· εἰδέναι δὲ
ὅστις ὁ τἀληθῆ λέγων ἐστίν, ὅρα μὴ οὐχὶ μορίου
ἐστὶν ἡμέρας ἀλλὰ πολλῶν ἡμερῶν δέηται. ἢ τί
γὰρ ἐκεῖνοι παθόντες ὑπὲρ αὐτῶν τούτων ἑκατοντάδας
καὶ χιλιάδας βιβλίων ἕκαστοι συγγεγράφασιν,
ὡς πείσαιεν οἶμαι ἀληθῆ εἶναι τὰ ὀλίγα
ἐκεῖνα καὶ ἅ σοι δοκεῖ ῥᾴδια καὶ εὐμαθῆ; νῦν
δὲ μάντεως οἶμαι δεήσει σοι κἀνταῦθα πρὸς τὴν
αἵρεσιν τῶν κρειττόνων, εἰ μὴ ἀνέχῃ τὴν διατριβήν
ὡς ἀκριβῶς ἑλέσθαι, αὐτὸς ἅπαντα καὶ ὅλον
ἕκαστον κατανοήσας. ἐπίτομος γὰρ αὕτη γένοιτ'
ἄν, οὐκ ἔχουσα περιπλοκὰς οὐδ’ ἀναβολάς, εἰ
μεταστειλάμενος τὸν μάντιν ἀκούσας τῶν κεφαλαίων
ἁπάντων σφαγιάζοιο ἐφ' ἑκάστοις·
<note xml:lang="mul" n="6.364.1">ἑκάστοις edd.: ἑκάστης MSS.</note>
 ἀπαλλάξει
γάρ σε ὁ θεὸς μυρίων πραγμάτων δείξας ἐν
τῷ τοῦ ἱερείου ἥπατι ἅτινά σοι αἱρετέον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="57"><sp><p>  Εἰ δὲ βούλει, καὶ ἄλλο τι ἀπραγμονέστερον
ὑποθήσομαί σοι, ὡς μὴ ἱερεῖα καταθύῃς ταυτὶ καὶ
θυσιάζῃς τῳ
<note xml:lang="mul" n="6.364.2">θυσιάζῃς τῳ Lehmann: θαυσιάζῃ τῷ N: θυσίας ζητῶν Γ.</note>
 μηδὲ ἱερέα τινὰ τῶν μεγαλομίσθων
παρακαλῇς, ἀλλὰ ἐς κάλπιν ἐμβαλὼν γραμμάτια



<pb n="v.6.p.366"/>

ἔχοντα τῶν φιλοσόφων ἑκάστου τοὔνομα κέλευε
παῖδα—τῶν ἀνήβων ἀμφιθαλῆ τινα—προσελθόντα
πρὸς τὴν κάλπιν ἀνελέσθαι ὅ τι ἂν πρῶτον ὑπὸ
τὴν χεῖρα ἔλθῃ τῶν γραμματίων, καὶ τὸ λοιπὸν
κατὰ τὸν λαχόντα ἐκεῖνον ὅστις ἂν ᾖ φιλοσόφει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="58"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ταυτὶ μέν, ὦ Λυκῖνε, βωμολοχικὰ καὶ οὐ κατά
σε. σὺ δὲ εἰπέ μοι· ἤδη ποτὲ οἶνον ἐπρίω αὐτός;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ μάλα πολλάκις.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἆρ' οὖν περιῄεις ἅπαντας ἐν κύκλῳ τοὺς ἐν τῇ
πόλει καπήλους ἀπογευόμενος καὶ παραβάλλων
καὶ ἀντεξετάζων τοὺς οἴνους;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐδαμῶς.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Χρὴ γὰρ οἶμαί σοι τῷ πρώτῳ χρηστῷ καὶ ἀξίῳ
ἐντυχόντι ἀποφέρεσθαι.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Νὴ Δία.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ ἀπό γε τοῦ ὀλίγου ἐκείνου γεύματος εἶχες
ἂν εἰπεῖν ὁποῖος ἅπας ὁ οἶνός ἐστιν;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Εἶχον γάρ.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Εἰ δὲ δὴ ἔλεγες προσελθὼν τοῖς καπήλοις,
Ἐπειδὴ κοτύλην πρίασθαι βούλομαι, δότε μοι, ὦ


<pb n="v.6.p.368"/>

οὗτοι, ἐκπιεῖν ὅλον ἕκαστος ὑμῶν τὸν πίθον, ὡς
διὰ παντὸς ἐπεξελθὼν μάθοιμι ὅστις ἀμείνω τὸν
οἶνον ἔχει καὶ ὅθεν μοι ὠνητέον. εἰ ταῦτα ἔλεγες,
οὐκ ἂν οἴει καταγελάσαι σου αὐτούς, εἰ δὲ καὶ ἐπὶ
πλέον ἐνοχλοίης τάχα ἂν καὶ προσχέαι τοῦ ὕδατος;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οἶμαι ἔγωγε καὶ δίκαιά γ' ἂν πάθοιμι.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Κατὰ ταὐτὰ δὴ καὶ ἐν φιλοσοφίᾳ. τί δεῖ ἐκπιεῖν
τὸν πίθον δυναμένους γε ἀπ' ὀλίγου τοῦ
γεύματος εἰδέναι ὁποῖον τὸ πᾶν ἔστιν;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="59"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ὡς ὀλισθηρὸς εἶ, ὦ Ἑρμότιμε, καὶ διαδιδράσκεις
ἐκ τῶν χειρῶν. πλὴν ἀλλὰ ὤνησάς γε·
οἰόμενος γὰρ ἐκπεφευγέναι ἐς τὸν αὐτὸν κύρτον
ἐμπέπτωκας.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Πῶς τοῦτο ἔφης;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι αὐθομολογούμενον πρᾶγμα λαβὼν καὶ
γνώριμον ἅπασι τὸν οἶνον εἰκάζεις αὐτῷ τὰ
ἀνομοιότατα καὶ περὶ ὧν ἀμφισβητοῦσιν ἅπαντες
ἀφανῶν ὄντων. ὥστε ἔγωγε οὐκ ἔχω εἰπεῖν καθ'
ὅ τι σοι ὅμοιος φιλοσοφία καὶ οἶνος, εἰ μὴ
<note xml:lang="mul" n="6.368.1">εἰ μὴ Lehmann: εἴη MSS.: εἴη, εἰ μὴ Solanus.</note>
 ἄρα
κατὰ τοῦτο μόνον, ὅτι καὶ οἱ φιλόσοφοι ἀποδίδονται
τὰ μαθήματα ὥσπερ οἱ κάπηλοι—κερασάμενοί
γε οἱ πολλοὶ καὶ δολώσαντες καὶ κακομετροῦντες.



<pb n="v.6.p.370"/>

οὑτωσὶ δὲ ἐπισκοπήσωμεν ὅ τι καὶ λέγεις· τὸν
οἶνον φὴς τὸν ἐν τῷ πίθῳ ὅλον αὐτὸν αὑτῷ ὅμοιον
εἶναι, καὶ μὰ Δί' οὐδὲν ἄτοπον. ἀλλὰ καὶ εἴ τις
γεύσαιτο ἀρυσάμενος ὀλίγον ὅσον αὐτοῦ, εἴσεσθαι
αὐτίκα ὁποῖος ἅπας ὁ πίθος ἐστίν, ἀκόλουθον καὶ
τοῦτο, καὶ οὐδὲν ἂν ἔγωγέ τι ἀντεῖπον. ὅρα δὴ
καὶ τὸ μετὰ τοῦτο· φιλοσοφία καὶ οἱ φιλοσοφοῦντες
οἷον ὁ διδάσκαλος ὁ σός, ἆρα ταὐτὰ
πρὸς ὑμᾶς λέγει ὁσημέραι καὶ περὶ τῶν αὐτῶν ἢ
ἄλλα ἄλλοτε; πολλὰ γάρ ἐστι, πρόδηλον, ὦ
ἑταῖρε. ἢ οὐκ ἂν εἴκοσιν ἔτη
<note xml:lang="mul" n="6.370.1">εἴκοσιν ἔτη Solanus: εἰκὸς ἔτι MSS.</note>
 παρέμενες αὐτῷ
κατὰ τὸν Ὀδυσσέα περινοστῶν καὶ περιπλανώμενος,
εἰ τὰ αὐτὰ ἔλεγεν, ἀλλὰ ἀπέχρη ἄν σοι καὶ
ἅπαξ ἀκούσαντι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="60"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Πῶς γὰρ οὔ;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πῶς οὖν οἷόν τέ σοι ἦν ἀπὸ τοῦ πρώτου γεύματος
εἰδέναι τὰ πάντα; οὐ γὰρ τὰ αὐτά γε,
ἀλλὰ ἀεὶ ἕτερα καινὰ ἐπὶ καινοῖς ἐλέγετο, οὐχ
ὥσπερ ὁ οἶνος ὁ αὐτὸς ἦν. ὥστε, ὦ ἑταῖρε, ἢν
μὴ ὅλον ἐκπίῃς τὸν πίθον, ἄλλως μεθύων περίει·
<note xml:lang="mul" n="6.370.2">ἄλλως μεθύων περίει Fritzschei: καὶ ἄλλως μεθύων περιῄεις MSS.</note>

ἀτεχνῶς γὰρ ἐν τῷ πυθμένι δοκεῖ μοι ὁ θεὸς
κατακρύψαι τὸ φιλοσοφίας ἀγαθὸν ὑπὸ τὴν τρύγα
αὐτήν. δεήσει οὖν ὅλον ἐξαντλῆσαι ἐς τέλος, ἢ
οὔποτ' ἂν εὕροις τὸ νεκτάρεον ἐκεῖνο πόμα, οὗ
πάλαι διψῆν μοι δοκεῖς. σὺ δὲ οἴει τὸ τοιοῦτον
αὐτὸ εἶναι, ὡς εἰ μόνον γεύσαιο αὐτοῦ καὶ σπάσαις
μικρὸν ὅσον, αὐτίκα σε πάνσοφον γενησόμενον



<pb n="v.6.p.372"/>

ὥσπερ φασὶν ἐν Δελφοῖς τὴν πρόμαντιν, ἐπειδὰν
πίῃ τοῦ ἱεροῦ νάματος, ἔνθεον εὐθὺς γίγνεσθαι καὶ
χρᾶν τοῖς προσιοῦσιν. ἀλλ’ οὐχ οὕτως ἔχειν
ἔοικε· σύ γ' οὖν ὑπὲρ ἥμισυ τοῦ πίθου ἐκπεπωκὼς
 ἐνάρχεσθαι ἔτι ἔλεγες.</p></sp></div></div></body></text></TEI>