ΛΥΚΙΝΟΣ Οὐδὲν πρὸς ἔπος, ὦ Ἑρμότιμε. τὰ γὰρ ὁμολογούμενα τοῖς ἀμφισβητουμένοις εἰκάζεις, πάμπολυ αὐτῶν διαφέροντα. ἢ τί ἂν φαίης; ἔστιν ᾧτινι ἐντετύχηκας λέγοντι τὰς δύο δυάδας συντεθείσας τὸν ἑπτὰ ἢ ἕνδεκα ἀριθμὸν ἀποτελεῖν; ΕΡΜΟΤΙΜΟΣ Οὐκ ἔγωγε. ἢ μαίνοιτ' ἂν ὁ μὴ τέτταρα ξυμβαίνειν λέγων. ΛΥΚΙΝΟΣ Τί δὲ, ἐντετύχηκας πώποτε (καὶ πρὸς Χαρίτων πειρῶ ἀληθεύειν) Στωϊκῷ τινι καὶ Ἐπικουρείῳ μὴ διαφερομένοις περὶ ἀρχῆς ἢ τέλους; ΕΡΜΟΤΙΜΟΣ Οὐδαμῶς. ΛΥΚΙΝΟΣ Ὅρα τοίνυν μή πώς με παραλογίζῃ, ὦ γενναῖε, καὶ ταῦτα φίλον ὄντα. ζητούντων γὰρ ἡμῶν οἵτινες ἀληθεύουσιν ἐν φιλοσοφίᾳ, σὺ τοῦτο προαρπάσας ἔδωκας φέρων τοῖς Στωϊκοῖς λέγων ὡς οὗτοί εἰσιν οἱ τὰ δὶς δύο τέτταρα τιθέντες, ὅπερ ἄδηλον εἰ οὕτως ἔχει. φαῖεν γὰρ ἂν οἱ Ἐπικούρειοι ἢ Πλατωνικοί σφᾶς μὲν οὕτω ξυντιθέναι, ὑμᾶς δὲ πέντε ἢ ἑπτὰ λέγειν αὐτά. ἢ οὐ δοκοῦσί σοι τοῦτο ποιεῖν ὁπόταν ὑμεῖς μὲν μόνον τὸ καλὸν ἀγαθὸν ἡγῆσθε εἶναι, οἱ Ἐπικούρειοι δὲ τὸ ἡδύ; καὶ ὅταν ὑμεῖς λέγητε σώματα εἶναι ἅπαντα, ὁ Πλάτων δὲ νομίζῃ καὶ ἀσώματόν τι ἐν τοῖς οὖσιν εἶναι; ἀλλ’ ὅπερ ἔφην, πλεονεκτικῶς πάνυ τὸ ἀμφισβητούμενον συλλαβὼν ὡς ἀναμφιλόγως ἴδιον τῶν Στωϊκῶν δίδως αὐτοῖς ἔχειν, καίτοι ἀντιλαμβανομένων τῶν ἄλλων καὶ λεγόντων αὐτῶν τοῦτο εἶναι, ἔνθα δὴ κρίσεως μάλιστα οἶμαι δεῖ. ἂν μὲν οὖν πρόδηλον γένηται τοῦτο ὡς Στωϊκῶν ἐστι μόνων τὰ δὶς δύο τέτταρα ἡγεῖσθαι, ὥρα σιωπᾶν τοῖς ἄλλοις. ἄχρι δ’ ἂν αὐτοῦ τούτου πέρι διαμάχωνται, πάντων ὁμοίως ἀκουστέον ἢ εἰδέναι ὅτι πρὸς χάριν δικάζειν δόξομεν. ΕΡΜΟΤΙΜΟΣ Οὔ μοι δοκεῖς, ὦ Λυκῖνε, ξυνιέναι πῶς βούλομαι εἰπεῖν. ΛΥΚΙΝΟΣ Οὐκοῦν σαφέστερον χρὴ λέγειν εἰ ἑτεροῖόν τι ἀλλὰ μὴ τοιοῦτον φήσεις. ΕΡΜΟΤΙΜΟΣ Εἴσῃ αὐτίκα οἷόν τι λέγω. θῶμεν γάρ τινας δύο ἐσεληλυθέναι ἐς τὸ Ἀσκληπιεῖον ἢ ἐς τοῦ Διονύσου τὸ ἱερόν, εἶτα μέντοι φιάλην τινὰ τῶν ἱερῶν ἀπολωλέναι. δεήσει δή που ἀμφοτέρους ἐρευνηθῆναι αὐτοὺς ὁπότερος ὑπὸ κόλπου ἔχει τὴν φιάλην. ΛΥΚΙΝΟΣ Καὶ μάλα. ΕΡΜΟΤΙΜΟΣ Ἔχει δὲ πάντως ὁ ἕτερος. ΛΥΚΙΝΟΣ Πῶς γὰρ οὔ, εἴ γε ἀπόλωλεν; ΕΡΜΟΤΙΜΟΣ Οὐκοῦν ἂν παρὰ τῷ προτέρῳ εὕρῃς αὐτήν, οὐκέτι τὸν ἕτερον ἀποδύσεις. πρόδηλον γὰρ ὡς οὐκ ἔχει. ΛΥΚΙΝΟΣ Πρόδηλον γάρ. ΕΡΜΟΤΙΜΟΣ Καὶ εἴ γε μὴ εὕροιμεν ἐν τῷ τοῦ προτέρου κόλπῳ ὁ ἕτερος πάντως ἔχει, καὶ οὐδὲν ἐρεύνης οὐδὲ οὕτως δεῖ. ΛΥΚΙΝΟΣ Ἔχει γάρ. ΕΡΜΟΤΙΜΟΣ Καὶ ἡμεῖς τοίνυν εἰ εὕροιμεν ἤδη παρὰ τοῖς Στωϊκοῖς τὴν φιάλην, οὐκέτι ἐρευνᾶν τοὺς ἄλλους ἀξιώσομεν ἔχοντες ὃ πάλαι ἐζητοῦμεν. ἢ τίνος γὰρ ἂν ἕνεκα ἔτι κάμνοιμεν; ΛΥΚΙΝΟΣ Οὐδενός, εἴ γε εὕροιτε καὶ εὑρόντες ἔχοιτε εἰδέναι ὡς ἐκεῖνο ἦν τὸ ἀπολωλός, ἢ ὅλως γνώριμον ὑμῖν εἴη τὸ ἀνάθημα. νῦν δέ, ὦ ἑταῖρε, πρῶτον μὲν οὐ δύο εἰσὶν οἱ παρελθόντες ἐς τὸν νεών, ὡς ἀναγκαῖον εἶναι τὸν ἕτερον αὐτοῖν τὰ φώρια ἔχειν, ἀλλὰ μάλα πολλοί τινες, εἶτα καὶ τὸ ἀπολόμενον αὐτὸ ἄδηλον ὅ τι ποτέ ἐστιν, εἴτε φιάλη τις ἢ σκύφος ἢ στέφανος. ὅσοι γοῦν ἱερεῖς, ἄλλος ἄλλο εἶναι λέγουσιν καὶ οὐδὲ περὶ τῆς ὕλης αὐτῆς ὁμολογοῦσιν, ἀλλ’ οἱ μὲν χαλκοῦ, οἱ δὲ ἀργύρου, οἱ δὲ χρυσοῦ, οἱ δὲ κασσιτέρου εἶναι αὐτὸ φάσκουσιν. ἀνάγκη τοίνυν ἅπαντας ἀποδῦσαι τοὺς εἰσελθόντας, εἰ βούλει εὑρεῖν τὸ ἀπολωλός. καὶ γὰρ ἂν παρὰ τῷ πρώτῳ εὐθὺς εὕρῃς φιάλην χρυσῆν, ἔτι καὶ τοὺς ἄλλους σοι ἀποδυτέον. ΕΡΜΟΤΙΜΟΣ Διὰ τί, ὦ Λυκῖνε; ΛΥΚΙΝΟΣ Ὅτι ἄδηλον εἰ φιάλη τὸ ἀπολόμενον ἦν. εἰ δὲ καὶ τοῦτο ὑπὸ πάντων ὁμολογηθείη, ἀλλ’ οὔτι γε χρυσῆν ἅπαντές φασιν εἶναι τὴν φιάλην. εἰ δὲ καὶ μάλιστα γνώριμον γένοιτο ὡς φιάλη ἀπόλοιτο χρυσῆ, καὶ σὺ παρὰ τῷ πρώτῳ εὕροις φιάλην χρυσῆν, οὐδὲ οὕτω παύσῃ διερευνώμενος τοὺς ἄλλους· οὐ γὰρ δῆλόν που εἰ αὐτὴ ἦν ἡ τοῦ θεοῦ. ἢ οὐκ οἴει πολλὰς φιάλας εἶναι χρυσᾶς; ΕΡΜΟΤΙΜΟΣ Ἔγωγε. ΛΥΚΙΝΟΣ Δεήσει δὴ ἐπὶ πάντας ἰέναι ἐρευνῶντα καὶ τὰ παρ' ἑκάστῳ εὑρεθέντα πάντα εἰς μέσον καταθέντα εἰκάζειν ὅ τι ποτὲ αὐτῶν πρέποι ἂν θεῖον κτῆμα οἴεσθαι. Καὶ γὰρ αὖ τὸ τὴν πολλὴν ἀπορίαν παρεχόμενον τοῦτό ἐστιν, ὅτι ἕκαστος τῶν ἀποδυθησομένων ἔχει τι πάντως, ὁ μὲν σκύφον, ὁ δὲ φιάλην, ὁ δὲ στέφανον, καὶ ὁ μὲν ἐκ χαλκοῦ, ὁ δὲ ἐκ χρυσοῦ, ὁ δὲ ἀργύρου. εἰ δὲ ὃ ἔχει, τοῦτο ἱερόν ἐστιν, οὐδέπω δῆλον. πᾶσα τοίνυν ἀνάγκη ἀπορεῖν ὅντινα ἱερόσυλον εἴπῃς, ὅπου γε καὶ εἰ πάντες τὰ ὅμοια εἶχον ἄδηλον ἦν καὶ οὕτως ὅστις ὁ τὰ τοῦ θεοῦ ὑφῃρημένος—ἔστι γὰρ καὶ ἰδιωτικὰ ἔχειν. τὸ δ’ αἴτιον τῆς ἀγνοίας ἕν ἐστιν οἶμαι τὸ ἀνεπίγραφον εἶναι τὴν ἀπολομένην φιάλην (θῶμεν γὰρ φιάλην ἀπολωλέναι), ὡς εἴ γε ἐπεγέγραπτο τοῦ θεοῦ τὸ ὄνομα ἢ τοῦ ἀναθέντος ἧττον ἂν ἐκάμνομεν καὶ εὑρόντες τὴν ἐπιγεγραμμένην ἐπεπαύμεθ' ἂν ἀποδύοντες καὶ ἐνοχλοῦντες τοὺς ἄλλους. οἶμαι δέ σε, ὦ Ἑρμότιμε, καὶ ἀγῶνας ἤδη γυμνικοὺς ἑωρακέναι πολλάκις. ΕΡΜΟΤΙΜΟΣ Καὶ ὀρθῶς οἴει. πολλάκις γὰρ καὶ πολλαχόθι. ΛΥΚΙΝΟΣ Ἦ οὖν ποτε καὶ παρὰ τοὺς ἀθλοθέτας αὐτοὺς ἐκαθέζου; ΕΡΜΟΤΙΜΟΣ Νὴ Δία, ἔναγχος Ὀλυμπίασιν ἐπὶ τὰ λαιὰ τῶν Ἑλλανοδικῶν, Εὐανδρίδου τοῦ Ἠλείου θέαν μοι προκαταλαβόντος ἐν τοῖς ἑαυτοῦ πολίταις· ἐπεθύμουν γὰρ ἐγγύθεν ἅπαντα ὁρᾶν τὰ παρὰ τοῖς Ἑλλανοδίκαις γιγνόμενα. ΛΥΚΙΝΟΣ Οἶσθα οὖν καὶ τοῦτο, πῶς κληροῦσιν ὅντινα ᾧτινι χρὴ παλαίειν ἢ παγκρατιάζειν; ΕΡΜΟΤΙΜΟΣ Οἶδα γάρ. ΛΥΚΙΝΟΣ Οὐκοῦν ἂν ἂν add. Jacobitz. ἄμεινον σὺ εἴποις ὡς ἐγγύθεν ἰδών. ΕΡΜΟΤΙΜΟΣ Τὸ μὲν παλαιὸν ἐπὶ Ἡρακλέους ἀγωνοθετοῦντος φύλλα δάφνης . . . ΛΥΚΙΝΟΣ Μή μοι τὰ πάλαι, ὦ Ἑρμότιμε, ἃ δὲ εἶδες ἐγγύθεν, ἐκεῖνα λέγε. ΕΡΜΟΤΙΜΟΣ Κάλπις ἀργυρᾶ πρόκειται ἱερὰ τοῦ θεοῦ. ἐς ταύτην ἐμβάλλονται κλῆροι μικροί, ὅσον δὴ κυαμιαῖοι τὸ μέγεθος, ἐπιγεγραμμένοι. ἐγγράφεται δὲ ἐς δύο μὲν ἄλφα ἐν ἑκατέρῳ, ἐς δύο δὲ τὸ βῆτα, καὶ ἐς ἄλλους δύο τὸ γάμμα καὶ ἑξῆς κατὰ τὰ αὐτά, ἢν πλείους οἱ ἀθληταὶ ὦσι, δύο ἀεὶ κλῆροι τὸ αὐτὸ γράμμα ἔχοντες. προσελθὼν δὴ τῶν ἀθλητῶν ἕκαστος προσευξάμενος τῷ Διὶ καθεὶς τὴν χεῖρα ἐς τὴν κάλπιν ἀνασπᾷ τῶν κλήρων ἕνα καὶ μετ' ἐκεῖνον ἕτερος, καὶ παρεστὼς μαστιγοφόρος ἑκάστῳ ἀνέχει αὐτοῦ τὴν χεῖρα οὐ παρέχων ἀναγνῶναι ὅ τι τὸ γράμμα ἐστὶν ὃ ἀνέσπακεν. ἁπάντων δὲ ἤδη ἐχόντων ὁ ἀλυτάρχης οἶμαι ἢ τῶν Ἑλλανοδικῶν αὐτῶν εἷς (οὐκέτι γὰρ τοῦτο μέμνημαι) περιιὼν ἐπισκοπεῖ τοὺς κλήρους ἐν κύκλῳ ἑστώτων καὶ οὕτως τὸν μὲν τὸ ἄλφα ἔχοντα τῷ τὸ ἕτερον ἄλφα ἀνεσπακότι παλαίειν ἢ παγκρατιάζειν συνάπτει, τὸν δὲ τὸ βῆτα τῷ τὸ βῆτα ὁμοίως καὶ τοὺς ἄλλους τοὺς ὁμογράμμους κατὰ ταὐτά. οὕτω μὲν, ἢν ἄρτιοι ὦσιν οἱ ἀγωνισταί, οἷον οἷον β, ὅλον γ. ὀκτὼ ἢ τέτταρες ἢ δώδεκα, ἢν δὲ περιττοί, πέντε ἑπτὰ ἐννέα, γράμμα τι περιττὸν ἑνὶ κλήρῳ ἐγγραφὲν συμβάλλεται αὐτοῖς, ἀντίγραφον ἄλλο οὐκ ἔχον. ὃς δ’ ἂν τοῦτο ἀνασπάσῃ ἐφεδρεύει περιμένων ἔστ' ἂν ἐκεῖνοι ἀγωνίσωνται· οὐ γὰρ ἔχει τὸ ἀντίγραμμα. καὶ ἔστι τοῦτο οὐ μικρά τις εὐτυχία τοῦ ἀθλητοῦ, τὸ μέλλειν ἀκμῆτα τοῖς κεκμηκόσι συμπεσεῖσθαι.