<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="21"><sp><p>ἱκανὸν δὲ
τοῦτο πρὸς γοῦν ἐμέ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅμως οὐκ ἂν εἴποις, ὦ ἑταῖρε, καὶ πρὸς ἐμέ,
ἀλλὰ περιόψει με παραπολόμενον ἐν τῷ πολλῷ
συρφετῷ;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐδὲν γάρ σοι ἀρέσκει ὧν ἂν εἴπω.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὔκ, ὦγαθέ, ἀλλ’ οὐδὲν ἐθέλεις εἰπεῖν ὁποῖον
ἄν μοι ἀρέσειεν. ἐπεὶ δ’ οὖν σὺ ἑκὼν ἀποκρύπτῃ
καὶ φθονεῖς ἡμῖν ὡς μὴ ἐξ ἴσου γενοίμεθά σοι
φιλοσοφήσαντες, ἐγὼ πειράσομαι ὅπως ἂν οἷός


<pb n="v.6.p.300"/>

τε ὦ κατ' ἐμαυτὸν ἐξευρεῖν τὴν ἀκριβῆ περὶ
τούτων κρίσιν καὶ τὴν ἀσφαλεστάτην αἵρεσιν.
ἄκουε δὲ καὶ σύ, εἰ βούλει.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀλλὰ βούλομαι, ὦ Λυκῖνε. ἴσως γάρ τι γνώριμον
ἐρεῖς.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Σκόπει δὴ καὶ μὴ καταγελάσῃς, εἰ παντάπασιν
ἰδιωτικῶς ἀναζητῶ αὐτό· ἀνάγκη γὰρ οὕτως,
ἐπεὶ μὴ σὺ ἐθέλεις σαφέστερον εἰπεῖν εἰδὼς
ἄμεινον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="22"><sp><p>  Ἔστω δή μοι ἡ μὲν ἀρετὴ τοιόνδε τι οἷον πόλις
τις εὐδαίμονας ἔχουσα τοὺς ἐμπολιτευομένους (ὡς
φαίη ἂν ὁ διδάσκαλος ὁ σὸς ἐκεῖθέν ποθεν ἀφιγμένος),
σοφοὺς ἐς τὸ ἀκρότατον, ἀνδρείους ἅπαντας,
δικαίους, σώφρονας, ὀλίγον θεῶν ἀποδέοντας.
οἷα δὲ πολλὰ γίγνεται παρ' ἡμῖν—ἁρπαζόντων καὶ
βιαζομένων καὶ πλεονεκτούντων—οὐδὲν ἂν ἴδοις,
φασίν, ἐν ἐκείνῃ τῇ πόλει τολμώμενον, ἀλλὰ ἐν
εἰρήνῃ καὶ ὁμονοίᾳ ζυμπολιτεύονται, μάλ' εἰκότως·
ἃ γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν οἶμαι τὰς στάσεις καὶ
φιλονεικίας ἐγείρει καὶ ὧν ἕνεκα ἐπιβουλεύουσιν
ἀλλήλοις, ταῦτα πάντα ἐκποδών ἐστιν ἐκείνοις.
οὐ γὰρ οὔτε χρυσίον ἔτι οὔτε ἡδονὰς οὔτε δόξας
ὁρῶσιν ὡς διαφέρεσθαι περὶ αὐτῶν, ἀλλὰ πάλαι
τῆς πόλεως ἐξεληλάκασιν αὐτὰ οὐκ ἀναγκαῖα
ἡγησάμενοι ξυμπολιτεύεσθαι. ὥστε γαληνόν τινα
καὶ πανευδαίμονα βίον βιοῦσιν ξὺν εὐνομίᾳ καὶ
ἰσότητι καὶ ἐλευθερίᾳ καὶ τοῖς ἄλλοις ἀγαθοῖς.


<pb n="v.6.p.302"/>

</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="23"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Τί οὖν, ὦ Λυκῖνε; οὐκ ἄξιον ἅπαντας ἐπιθυμεῖν
πολίτας γίγνεσθαι τῆς τοιαύτης πόλεως μήτε
κάματον ὑπολογιζομένους τὸν ἐν τῇ ὁδῷ μήτε
πρὸς τὸ μῆκος τοῦ χρόνου ἀπαγορεύοντας, εἰ
μέλλουσιν ἀφικόμενοι ἐγγραφήσεσθαι καὶ αὐτοὶ
καὶ μεθέξειν τῆς πολιτείας;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Νὴ Δία, ὦ Ἑρμότιμε, πάντων μάλιστα ἐπὶ
τούτῳ σπουδαστέον, τῶν δὲ ἄλλων ἀμελητέον, καὶ
μήτε πατρίδος τῆς ἐνταῦθα ἐπιλαμβανομένης
πολὺν ποιεῖσθαι λόγον μήτε παίδων ἢ γονέων
ὅτῳ εἰσίν ἐπικατεχόντων καὶ κλαυθμυριζομένων
ἐπικλᾶσθαι, ἀλλὰ μάλιστα μὲν κἀκείνους παρακαλεῖν
ἐπὶ τὴν αὐτὴν ὁδόν, εἰ δὲ μὴ ἐθέλοιεν ἢ
μὴ δύναιντο, ἀποσεισάμενον αὐτοὺς χωρεῖν εὐθὺ
τῆς πανευδαίμονος ἐκείνης πόλεως καὶ αὐτὸ ἀπορρίψαντα
τὸ ἱμάτιον εἰ τούτου ἐπειλημμένοι κατερύκοιεν,
ἐσσύμενον ἐκεῖσε—οὐ γὰρ δέος μή σέ τις
ἀποκλείσῃ καὶ γυμνὸν ἐκεῖσε ἥκοντα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="24"><sp><p>  Ἤδη γάρ ποτε καὶ ἄλλοτε πρεσβύτου ἀνδρὸς
ἤκουσα διεξιόντος ὅπως τὰ ἐκεῖ πράγματα ἔχοι,
καί με προὔτρεπεν ἕπεσθαί οἱ πρὸς τὴν πόλιν·
ἡγήσεσθαι γὰρ αὐτὸς καὶ ἐλθόντα ἐγγράψειν καὶ
φυλέτην ποιήσεσθαι καὶ φρατρίας μεταδώσειν τῆς
αὐτοῦ, ὡς μετὰ πάντων εὐδαιμονοίην. “ἀλλ’
ἐγὼ οὐ πιθόμην” ὑπ' ἀνοίας καὶ νεότητος τότε,
πρὸ πεντεκαίδεκα σχεδὸν ἐτῶν· ἴσως γὰρ ἂν
αὐτὰ ἤδη ἀμφὶ τὰ προάστεια καὶ πρὸς ταῖς
πύλαις ἦν. ἔλεγε δ’ οὖν περὶ τῆς πόλεως, εἴ γε
μέμνημαι, ἄλλα τε πολλὰ καὶ δὴ καὶ
<note xml:lang="mul" n="6.302.1">καὶ δὴ καὶ Schaefer: καὶ ἤδη καὶ MSS.</note>
 τάδε, ὡς


<pb n="v.6.p.304"/>

ξύμπαντες μὲν ἐπήλυδες καὶ ξένοι εἶεν, αὐθιγενὴς
δὲ οὐδὲ εἷς, ἀλλὰ καὶ βαρβάρους ἐμπολιτεύεσθαι
πολλοὺς καὶ δούλους καὶ ἀμόρφους καὶ μικροὺς
καὶ πένητας, καὶ ὅλως μετέχειν τῆς πόλεως τὸν
βουλόμενον· τὸν γὰρ δὴ νόμον αὐτοῖς οὐκ ἀπὸ
τιμημάτων ποιεῖσθαι τὴν ἐγγραφὴν οὐδ’ ἀπὸ
σχημάτων ἢ μεγέθους ἢ κάλλους οὐδ’ ἀπὸ γένους
τοῦ τῶν
<note xml:lang="mul" n="6.304.1">τοῦ τῶν λαμπρῶν Fritzsche: οὕτω λαμπρὸν Γ: οὐδὲ λαμπρῶν N.</note>
 λαμπρῶν ἐκ προγόνων, ἀλλὰ ταῦτα
μὲν οὐδὲ νομίζεσθαι παρ' αὐτοῖς, ἀποχρῆν δ’
ἑκάστῳ πρὸς τὸ πολίτην γενέσθαι σύνεσιν καὶ
ἐπιθυμίαν τῶν καλῶν καὶ πόνον καὶ τὸ λιπαρὲς
καὶ τὸ μὴ ἐνδοῦναι μηδὲ μαλακισθῆναι πολλοῖς
τοῖς δυσχερέσι κατὰ τὴν ὁδὸν ἐντυγχάνοντα, ὡς
ὅστις ἂν ταῦτα ἐπιδείξηται καὶ διεξέλθῃ πορευόμενος
ἄχρι πρὸς τὴν πόλιν, αὐτίκα μάλα πολίτην
ὄντα τοῦτον ὅστις ἂν ᾖ καὶ ἰσότιμον ἅπασι· τὸ
δὲ χείρων ἢ κρείττων ἢ εὐπατρίδης ἢ ἀγεννὴς ἢ
δοῦλος ἢ ἐλεύθερος οὐδὲ ὅλως εἶναι ἢ λέγεσθαι ἐν
τῇ πόλει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="25"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ὁρᾷς, ὦ Λυκῖνε, ὡς οὐ μάτην οὐδὲ περὶ
μικρῶν κάμων πολίτης ἐπιθυμῶν γενέσθαι καὶ
αὐτὸς οὕτω καλῆς καὶ εὐδαίμονος πόλεως;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Καὶ γὰρ αὐτός, ὦ Ἑρμότιμε, τῶν αὐτῶν σοι
ἐρῶ καὶ οὐκ ἔστιν ὅ τι ἄν μοι πρὸ τούτων εὐξαίμην
γενέσθαι. εἰ μὲν οὖν πλησίον ἦν ἡ πόλις καὶ
φανερὰ ἰδεῖν ἅπασι, πάλαι ἄν, εὖ ἴσθι, μηδὲν
ἐνδοιάσας αὐτὸς ᾔειν ἐς αὐτὴν καὶ ἐπολιτευόμην
ἂν ἐκ πολλοῦ, ἐπεὶ δέ, ὡς ὑμεῖς φατε, σύ τε καὶ
Ἡσίοδος ὁ ῥαψῳδός, πάνυ πόρρω ἀπῴκισται,


<pb n="v.6.p.306"/>

ἀνάγκη ζητεῖν ὁδόν τε τὴν ἄγουσαν ἐπ' αὐτὴν καὶ
ἡγεμόνα τὸν ἄριστον. ἢ οὐκ οἴει σὺ χρῆναι οὕτω
ποιεῖν;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ πῶς ἂν ἄλλως ἔλθοι τις;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οὐκοῦν ὅσον μὲν ἐπὶ τῷ
<note xml:lang="mul" n="6.306.1">So Fritzsche: σὸν μὲν ἐπὶ τὸ ΓΝ: ὅσον μὲν ἐπὶ τὸ Seager.</note>
 ὑπισχνεῖσθαι καὶ
φάσκειν εἰδέναι πολλὴ ἀφθονία τῶν ἡγησομένων.
πολλοὶ γὰρ ἕτοιμοι παρεστᾶσιν αὐτόχθονες ἐκεῖθεν
ἕκαστος εἶναι λέγοντες. ὁδός γε μὴν οὐ μία καὶ
ἡ αὐτὴ φαίνεται ἀλλὰ πολλαὶ καὶ διάφοροι καὶ
οὐδὲν ἀλλήλαις ὅμοιαι· ἡ μὲν γὰρ ἐπὶ τὰ ἑσπέρια,
ἡ δὲ ἐπὶ τὴν ἕω φέρειν ἔοικεν, ἡ δέ τις ἐπὶ τὰς
ἄρκτους, καὶ ἄλλη εὐθὺ τῆς μεσημβρίας, καὶ ἡ
μὲν διὰ λειμώνων καὶ φυτῶν καὶ σκιᾶς εὔυδρος
καὶ ἡδεῖα οὐδὲν ἀντίτυπον ἢ δύσβατον ἔχουσα, ἡ
δὲ πετρώδης καὶ τραχεῖα πολὺν ἥλιον καὶ δίψος
καὶ κάματον προφαίνουσα. καὶ ὅμως αὗται πᾶσαι
πρὸς τὴν πόλιν ἄγειν λέγονται μίαν οὖσαν ἐς τὰ
ἐναντιώτατα τελευτῶσαι.</p></sp></div></div></body></text></TEI>