<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="16"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Οὐκοῦν καὶ ἡμᾶς διδάσκοις ἂν τοῦτο πρῶτον,
ὅπως διαγνωστέον ἡμῖν εὐθὺς ἐν ἀρχῇ, τίς ἡ ἀρίστη
φιλοσοφία ἐστὶ καὶ ἡ ἀληθεύουσα καὶ ἣν ἄν τις
ἕλοιτο παρεὶς τὰς ἄλλας.</p></sp><pb n="v.6.p.290"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἐγώ σοι φράσω. ἑώρων τοὺς πλείστους ἐπ'
αὐτὴν ὁρμῶντας ὥστε εἴκαζον ἀμείνω εἶναι αὐτήν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πόσῳ τινὶ πλείους τῶν Ἐπικουρείων ἢ Πλατωνικῶν
ἢ Περιπατητικῶν; ἠρίθμησας γὰρ αὐτοὺς
δηλαδὴ καθάπερ ἐν ταῖς χειροτονίαις.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀλλ' οὐκ ἠρίθμησα ἔγωγε, εἴκαζον δέ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὡς οὐκ ἐθέλεις διδάξαι με ἀλλ’ ἐξαπατᾷς, ὂς
περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι
ἀποκρυπτόμενος λέγειν πρός με τἀληθές.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλὰ καὶ ἤκουον
ἁπάντων λεγόντων ὡς οἱ μὲν Ἐπικούρειοι γλυκύθυμοι
καὶ φιλήδονοί εἰσιν, οἱ Περιπατητικοὶ δὲ
φιλόπλουτοι καὶ ἐριστικοί τινες, οἱ Πλατωνικοὶ δὲ
τετύφωνται καὶ φιλόδοξοί εἰσι, περὶ δὲ τῶν
Στωϊκῶν πολλοὶ ἔφασκον ὅτι ἀνδρώδεις καὶ πάντα
γιγνώσκουσιν καὶ ὅτι ὁ ταύτην ἰὼν τὴν ὁδὸν
μόνος βασιλεύς, μόνος πλούσιος, μόνος σοφὸς καὶ
συνόλως ἅπαντα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="17"><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p> Ἔλεγον δὲ ταῦτα πρὸς σὲ ἄλλοι δηλαδὴ περὶ
αὐτῶν. οὐ γὰρ δὴ ἐκείνοις ἂν αὐτοῖς ἐπίστευσας
ἐπαινοῦσι τὰ αὐτῶν.</p></sp><pb n="v.6.p.292"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐδαμῶς, ἀλλὰ οἱ ἄλλοι ἔλεγον.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οἱ μὲν δὴ ἀντίδοξοι οὐκ ἔλεγον ὡς τὸ εἰκός.
<note xml:lang="mul" n="6.292.1">after ὡς τὸ εἰκός MSS. have οὗτοι δὲ ἦσαν οἱ τὰ ἄλλα φιλοσοφοῦντες: del. Solanus.</note>
</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Οὐ γάρ.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Οἱ δ’ ἄρα ἰδιῶται ταῦτα ἔλεγον.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ μάλα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὁρᾷς ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις
τἀληθές. ἀλλ’ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς
πιστεῦσαι ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε
γεγονὼς τετταράκοντα, περὶ φιλοσοφίας καὶ φιλοσόφων
ἀνδρῶν τοῖς ἰδιώταις ἐπίστευσεν καὶ κατὰ
τὰ ὑπ' ἐκείνων λεγόμενα ἐποιεῖτο τὴν αἵρεσιν τῶν
κρειττόνων. οὐ γὰρ ἀξιῶ πιστεῦσαί σοι
<note xml:lang="mul" n="6.292.2">So Fritzsche: κρειττόνων ἀξίων. οὐ γὰρ πιστεῦσαί σοι (πιστεῦσαί τι G) MSS.</note>
 τοιαῦτα
λέγοντι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="18"><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p> Ἀλλ' οἶσθα, ὦ Λυκῖνε, οὐχὶ τοῖς ἄλλοις μόνον
ἐπίστευον ἀλλὰ καὶ ἐμαυτῷ. ἑώρων γὰρ αὐτοὺς
κοσμίως βαδίζοντας, ἀναβεβλημένους εὐσταλῶς,
φροντίζοντας ἀεί, ἀρρενωπούς, ἐν χρῷ κουρίας
τοὺς πλείστους, οὐδὲν ἁβρὸν οὐδ’ αὖ πάνυ ἐς τὸ
ἀδιάφορον ὑπερεκπῖπτον ὡς ἔκπληκτον εἶναι καὶ




<pb n="v.6.p.294"/>

κυνικὸν ἀτεχνῶς, ἀλλ’ ἐπὶ τοῦ μέσου καταστήματος,
ὃ δὴ ἄριστον ἅπαντες εἶναί φασιν.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἆρ' οὖν κἀκεῖνα εἶδες ποιοῦντας αὐτοὺς ἃ
μικρῷ πρόσθεν ἔλεγον αὐτὸς ἑωρακέναι τὸν σὸν
διδάσκαλον, ὦ Ἑρμότιμε, πράττοντα; οἷον δανείζοντας
καὶ ἀπαιτοῦντας πικρῶς καὶ φιλονείκως
πάνυ ἐρίζοντας ἐν ταῖς ξυνουσίαις καὶ τὰ ἄλλα ὅσα
ἐπιδείκνυνται; ἢ τούτων ὀλίγον σοι μέλει, ἄχρι
ἂν εὐσταλὴς ἡ ἀναβολὴ καὶ ὁ πώγων βαθὺς καὶ
ἐν χρῷ ἡ κουρά; καὶ πρὸς τὸ λοιπὸν ἄρα ἔχωμεν
τουτονὶ κανόνα καὶ στάθμην ἀκριβῆ τῶν τοιούτων,
ὡς Ἑρμότιμός φησι, καὶ χρὴ ἀπὸ σχημάτων καὶ
βαδισμάτων καὶ κουρᾶς διαγιγνώσκειν τοὺς ἀρίστους,
ὃς δ’ ἂν μὴ ἔχῃ ταῦτα μηδὲ σκυθρωπὸς ᾖ
καὶ φροντιστικὸς τὸ πρόσωπον, ἀποδοκιμαστέος
 καὶ ἀποβλητέος;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="19"><sp><p>ἀλλ’ ὅρα μὴ καὶ ταῦτα, ὦ
Ἑρμότιμε, παίζεις πρός με πειρώμενος εἰ ἐξαπατώμενος
συνίημι.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Διὰ τί τοῦτ' ἔφησθα;</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ὅτι, ὦγαθέ, ἀνδριάντων ταύτην ἐξέτασιν λέγεις
τὴν ἀπὸ τῶν σχημάτων. παρὰ πολὺ γοῦν ἐκεῖνοι
εὐσχημονέστεροι καὶ τὰς ἀναβολὰς κοσμιώτεροι,
Φειδίου τινὸς ἢ Ἀλκαμένους ἢ Μύρωνος πρὸς τὸ
εὐμορφότατον εἰκάσαντος. εἰ δὲ καὶ ὅτι μάλιστα
χρὴ τεκμαίρεσθαι τοῖς τοιούτοις, τί ἂν πάθοι τις,
εἰ τυφλὸς ὢν ἐπιθυμοίη φιλοσοφεῖν; τῷ διαγνῷ
τὸν τὴν ἀμείνω προαίρεσιν προῃρημένον οὔτε
σχῆμα οὔτε βάδισμα ὁρᾶν δυνάμενος;</p></sp><pb n="v.6.p.296"/><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Ἀλλ' ἔμοιγε οὐ πρὸς τυφλοὺς ὁ λόγος, ὦ Λυκῖνε,
οὐδέ μοι μέλει τῶν τοιούτων.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Ἐχρῆν μέν, ὦ χρηστέ, κοινόν τι τὸ γνώρισμα
εἶναι τῶν οὕτω μεγάλων καὶ ἅπασι χρησίμων.
πλὴν εἰ δοκεῖ, οἱ μὲν ἔξω ἡμῖν φιλοσοφίας μενέτωσαν
οἱ τυφλοί, ἐπείπερ μηδὲ ὁρῶσι—καίτοι
ἀναγκαῖον ἦν τοῖς τοιούτοις μάλιστα φιλοσοφεῖν
ὡς μὴ πάνυ ἄχθοιντο ἐπὶ τῇ συμφορᾷ. οἱ δὲ
δὴ βλέποντες κἂν πάνυ ὀξυδερκεῖς ὦσι τί ἂν
δύναιντο συνιδεῖν τῶν τῆς ψυχῆς ἀπό γε τῆς
 ἔξωθεν ταύτης περιβολῆς;</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc3" n="20"><sp><p>ὃ δὲ βούλομαι εἰπεῖν
τοιόνδε ἐστίν· οὐχ ὅτι τῆς γνώμης τῶν ἀνδρῶν
ἔρωτι προσῄεις αὐτοῖς καὶ ἠξίους ἀμείνων γίγνεσθαι
ἐς τὰ τῆς γνώμης;</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Καὶ μάλα.</p></sp><sp><speaker>ΛΥΚΙΝΟΣ</speaker><p>Πῶς οὖν οἷόν τέ σοι ἦν ἀφ' ὧν ἔφησθα ἐκείνων
τῶν γνωρισμάτων διορᾶν τὸν ὀρθῶς φιλοσοφοῦντα
ἢ μή; οὐ γὰρ φιλεῖ τὰ τοιαῦτα οὕτω διαφαίνεσθαι,
ἀλλ’ ἔστιν ἀπόρρητα καὶ ἐν ἀφανεῖ κείμενα, λόγοις
καὶ συνουσίαις ἀναδεικνύμενα καὶ ἔργοις τοῖς
ὁμοίοις ὀψὲ μόλις. ὁ γοῦν Μῶμος ἀκήκοας οἶμαι
ἅτινα ᾐτιάσατο τοῦ Ἡφαίστου· εἰ δὲ μή, ἀλλὰ νῦν
ἄκουε. φησὶ γὰρ ὁ μῦθος ἐρίσαι Ἀθηνᾶν καὶ
Ποσειδῶνα καὶ Ἥφαιστον εὐτεχνίας πέρι, καὶ τὸν
μὲν Ποσειδῶ ταῦρον ἀναπλάσαι, τὴν Ἀθηνᾶν δὲ
οἰκίαν ἐπινοῦσαι, ὁ Ἥφαιστος δὲ ἄνθρωπον ἄρα


<pb n="v.6.p.298"/>

συνεστήσατο, καὶ ἐπείπερ ἐπὶ τὸν Μῶμον ἧκον
ὅνπερ δικαστὴν προείλοντο, θεασάμενος ἐκεῖνος
ἑκάστου τὸ ἔργον, τῶν μὲν ἄλλων ἅτινα ᾐτιάσατο
περιττὸν ἂν εἴη λέγειν, ἐπὶ τοῦ ἀνθρώπου δὲ τοῦτο
ἐμέμψατο καὶ τὸν ἀρχιτέκτονα ἐπέπληξε τὸν
Ἥφαιστον διότι μὴ καὶ θυρίδας ἐποίησεν αὐτῷ
κατὰ τὸ στέρνον, ὡς ἀναπετασθεισῶν γνώριμα
γίγνεσθαι ἅπασιν ἃ βούλεται καὶ ἐπινοεῖ καὶ εἰ
<note xml:lang="mul" n="6.298.1">εἰ Solanus from one late MS.: ἢ other MSS.</note>

ψεύδεται ἢ ἀληθεύει. ἐκεῖνος μὲν οὖν ἅτε ἀμβλυώττων
οὕτω περὶ τῶν ἀνθρώπων διενοεῖτο, σὺ δὲ
ὑπὲρ τὸν Λυγκέα ἡμῖν δέδορκας καὶ ὁρᾷς τὰ
ἔνδον ὡς ἔοικε διὰ τοῦ στέρνου καὶ ἀνέῳκταί σοι
τὰ πάντα, ὡς εἰδέναι μὴ μόνον ἃ βούλεται καὶ ἃ
γιγνώσκει ἕκαστος ἀλλὰ καὶ πότερος ἀμείνων ἢ
χείρων.</p></sp><sp><speaker>ΕΡΜΟΤΙΜΟΣ</speaker><p>Παίζεις, ὦ Λυκῖνε. ἐγὼ δὲ κατὰ θεὸν εἱλόμην
 καὶ οὐ μεταμέλει μοι τῆς αἱρέσεως.</p></sp></div></div></body></text></TEI>