<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="9"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)">τὰ μὲν τοίνυν ἄλλα, ὦ Ἑρμότιμε, διηγουμένῳ σοι παρειπόμην καὶ ἐπίστευον οὕτως ἔχειν, σοφούς <milestone unit="Reitz_page" n="748"/> τε γίγνεσθαι αὐτοὺς καὶ ἀνδρείους καὶ δικαίους καὶ τὰ <pb n="p.340"/> ἄλλα, καί πως ἐκηλούμην πρὸς τὸν λόγον, ὁπότε δὲ καὶ πλούτου ἔφησθα καταφρονεῖν σφᾶς καὶ δόξης καὶ ἡδονῶν καὶ μήτε ὀργίζεσθαι μήτε λυπεῖσθαι, πάνυ ἐνταῦθα — μόνω γάρ ἐσμεν — ἐπέστην ἀναμνησθεὶς ἃ πρῴην εἶδον ποιοῦντα — βούλει φῶ τίνα; ἢ ἱκανὸν καὶ ἄνευ τοῦ ὀνόματος; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> μηδαμῶς, ἀλλὰ καὶ τοῦτο εἰπέ, ὅστις ἦν. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> διδάσκαλος αὐτὸς οὗτος ὁ σός, ἀνὴρ τά τε ἄλλα αἰδοῦς ἄξιος καὶ γέρων ἤδη ἐς τὸ ὕστατον. </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> τί οὖν δὴ ἐποίει; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> τὸν ξένον οἶσθα τὸν Ἡρακλεώτην, ὃς ἐκ πολλοῦ συνεφιλοσόφει αὐτῷ, μαθητὴς ὤν, τὸν ξανθόν, τὸν ἐριστικόν; </p></sp><sp><speaker>Ἑρμότιμος</speaker><p rend="align(indent)"> οἶδα ὃν λέγεις· Δίων αὐτῷ τοὔνομα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἐκεῖνον αὐτόν, ἐπεὶ τὸν μισθόν, οἶμαι, μη ἀπεδίδου κατὰ καιρόν, ἀπήγαγε παρὰ τὸν ἄρχοντα ἔναγχος περιθείς γε αὐτῷ θοἰμάτιον περὶ τὸν τράχηλον καὶ ἐβόα καὶ ὠργίζετο, καὶ εἰ μὴ τῶν συνήθων τινὲς ἐν μέσῳ <milestone unit="Reitz_page" n="749"/> γενόμενοι ἀφείλοντο τὸν νεανίσκον ἐκ τῶν χειρῶν αὐτοῦ, εὖ ἴσθι ἐκεῖνος προσφὺς ἂν ἀπέτραγεν αὐτοῦ τὴν ῥῖνα ὁ γέρων, οὕτως ἠγανάκτει. </p></sp></div></div></body></text></TEI>