<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg063.perseus-grc2" n="80"><sp><speaker>Λυκῖνος</speaker><p rend="merge">καί μοι δὸς ἐνταῦθα ἤδη ἐρέσθαι σε, εἰ ἐθέλοις ἂν ἔξω τῶν λόγων τὰ ἄλλα ἐοικέναι τῷ διδασκάλῳ, οὕτω μὲν ὀργίλος, οὕτω δὲ μικρολόγος, οὕτω δὲ <milestone unit="Reitz_page" n="824"/> φιλόνεικος ὢν καὶ φιλήδονος νὴ Δίʼ, εἰ καὶ μὴ τοῖς πολλοῖς δοκεῖ. τί σιγᾷς, ὦ Ἑρμότιμε; θέλεις διηγήσομαι ἃ πρῴην ἤκουσα ὑπὲρ φιλοσοφίας τινὸς λέγοντος ἀνδρὸς πάνυ γεγηρακότος, ᾧ πάμπολλοι τῶν νέων ἐπὶ σοφίᾳ πλησιάζουσιν; ἀπαιτῶν γὰρ παρά τινος τῶν μαθητῶν τὸν μισθὸν ἠγανάκτει, λέγων ὑπερήμερον εἶναι καὶ ἐκπρόθεσμον τοῦ ὀφλήματος, ὃν ἔδει πρὸ ἑκκαίδεκα ἡμερῶν ἐκτετικέναι τῇ ἕνῃ καὶ νέᾳ· οὕτω γὰρ συνθέσθαι.</p></sp></div></div></body></text></TEI>