Λυκῖνος καί μοι δὸς ἐνταῦθα ἤδη ἐρέσθαι σε, εἰ ἐθέλοις ἂν ἔξω τῶν λόγων τὰ ἄλλα ἐοικέναι τῷ διδασκάλῳ, οὕτω μὲν ὀργίλος, οὕτω δὲ μικρολόγος, οὕτω δὲ φιλόνεικος ὢν καὶ φιλήδονος νὴ Δίʼ, εἰ καὶ μὴ τοῖς πολλοῖς δοκεῖ. τί σιγᾷς, ὦ Ἑρμότιμε; θέλεις διηγήσομαι ἃ πρῴην ἤκουσα ὑπὲρ φιλοσοφίας τινὸς λέγοντος ἀνδρὸς πάνυ γεγηρακότος, ᾧ πάμπολλοι τῶν νέων ἐπὶ σοφίᾳ πλησιάζουσιν; ἀπαιτῶν γὰρ παρά τινος τῶν μαθητῶν τὸν μισθὸν ἠγανάκτει, λέγων ὑπερήμερον εἶναι καὶ ἐκπρόθεσμον τοῦ ὀφλήματος, ὃν ἔδει πρὸ ἑκκαίδεκα ἡμερῶν ἐκτετικέναι τῇ ἕνῃ καὶ νέᾳ· οὕτω γὰρ συνθέσθαι.