Λυκῖνος κατὰ ταὐτὰ τοίνυν καὶ ὑμεῖς δόντες τὰς ἀρχὰς τῆς προαιρέσεως ἑκάστης πιστεύετε τοῖς ἑξῆς καὶ γνώρισμα τῆς ἀληθείας αὐτῶν τὴν ἀκολουθίαν ἡγεῖσθε εἶναι ψευδῆ οὖσαν· εἶτα οἱ μὲν ὑμῶν ἐναποθνήσκουσι ταῖς ἐλπίσι, πρὶν ἰδεῖν τἀληθὲς καὶ καταγνῶναι τῶν ἐξαπατησάντων ἐκείνων, οἱ δὲ κἂν αἴσθωνται ἐξηπατημένοι ὀψέ ποτε γέροντες ἤδη γενόμενοι, ὀκνοῦσιν ἀναστρέφειν αἰδούμενοι, εἰ δεήσει τηλικούτους αὐτοὺς ὄντας ἐξομολογήσασθαι ὅτι πράγματα παίδων ἔχοντες οὐ συνίεσαν· ὥστε ἐμμένουσι τοῖς αὐτοῖς ὑπʼ αἰσχύνης καὶ ἐπαινοῦσι τὰ παρόντα καὶ ὁπόσους ἂν δύνωνται προτρέπουσιν ἐπὶ τὰ αὐτά, ὡς ἂν μὴ μόνοι ἐξηπατημένοι ὦσιν, ἀλλὰ ἔχωσι παραμυθίαν τὸ καὶ πολλοὺς καὶ ἄλλους τὰ ὅμοια παθεῖν αὐτοῖς· καὶ γὰρ αὖ κἀκεῖνο ὁρῶσιν, ὅτι ἢν τἀληθὲς εἴπωσιν, οὐκετι σεμνοὶ ὥσπερ νῦν καὶ ὑπὲρ τοὺς πολλοὺς δόξουσιν οὐδὲ τιμήσονται ὁμοίως. οὐκ ἂν οὖν ἑκόντες εἴποιεν εἰδότες, ἀφʼ οἵων ἐκπεσόντες ὅμοιοι τοῖς ἄλλοις δόξουσιν. ὀλίγοις δʼ ἂν πάνυ ἐντύχοις ὑπʼ ἀνδρείας τολμῶσι λέγειν ὅτι ἐξηπάτηνται καὶ τοὺς ἄλλους ἀποτρέπειν τῶν ὁμοίων πειρωμένους. εἰ δʼ οὖν τινι τοιούτῳ ἐντύχοις, φιλαλήθη τε κάλει τὸν τοιοῦτον καὶ χρηστὸν καὶ δίκαιον καί, εἰ βούλει, φιλόσοφον· οὐ γὰρ ἂν φθονήσαιμι τούτῳ μόνῳ τοῦ ὀνόματος· οἱ δʼ ἄλλοι ἢ οὐδὲν ἀληθὲς ἴσασιν οἰόμενοι εἰδέναι ἢ εἰδότες ἀποκρύπτονται ὑπὸ δειλίας καὶ αἰσχύνης καὶ τοῦ προτιμᾶσθαι βούλεσθαι.